See Hebrew/Greek in BSB →
The Parable of the Lost Sheep
15Verse 1Ἦσαν δὲἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ.Verse 2Καὶ διεγόγγυζονοἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.Verse 3Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων,Verse 4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσαςἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός,ἕως εὕρῃ αὐτό;Verse 5Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμουςἑαυτοῦ χαίρων.Verse 6Καὶ ἐλθὼν εἰς τὸν οἶκον,συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς,Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.Verse 7Λέγω ὑμῖν ὅτι οὕτω χαρὰἔσται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.The Parable of the Lost Coin
Verse 8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕωςὅτου εὕρῃ;Verse 9Καὶ εὑροῦσασυγκαλεῖται τὰς φίλας καὶτὰς γείτονας, λέγουσα,Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.Verse 10Οὕτω, λέγω ὑμῖν,χαρὰ γίνεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.The Parable of the Prodigal Son
Verse 11Εἶπε δέ,Ἄνθρωπός τις εἶχε δύο υἱούς·Verse 12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.Καὶ διεῖλεν αὐτοῖς τὸν βίον.Verse 13Καὶ μετ᾽ οὐ πολλὰς ἡμέρας συναγαγὼνἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως.Verse 14Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετολιμὸςἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.Verse 15Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶνπολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.Verse 16Καὶ ἐπεθύμειγεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ.Verse 17Εἰς ἑαυτὸν δὲ ἐλθὼνεἶπε, Πόσοι μίσθιοι τοῦ πατρός μουπερισσεύουσιν ἄρτων, ἐγὼ δὲλιμῷ ἀπόλλυμαι·Verse 18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου·Verse 19καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.Verse 20Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρααὐτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν.Verse 21Εἶπε δὲαὐτῷ ὁ υἱός, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱόςσου.Verse 22Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ,Ἐξενέγκατετὴν στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας·Verse 23καὶἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν·Verse 24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησε·καὶ ἀπολωλὼς ἦν, καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.Verse 25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν.Verse 26Καὶ προσκαλεσάμενος ἕνα τῶνπαίδων, ἐπυνθάνετο τίεἴη ταῦτα.Verse 27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει· καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.Verse 28Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· ὁοὖν πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.Verse 29Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷπατρί, Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ.Verse 30Ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸνμόσχον τὸν σιτευτόν.Verse 31Ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ᾽ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.Verse 32Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν, καὶἀνέζησε· καὶ ἀπολωλὼςἦν, καὶ εὑρέθη.