Luke 11 — TCG
Instruction About Prayer
11Verse 1Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν, Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ+Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.Verse 2Εἶπε δὲ αὐτοῖς,Ὅταν προσεύχησθε, λέγετε,Πάτερ+ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου.
+Ἐλθέτω ἡ βασιλεία σου.
+Γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Verse 3Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν.
Verse 4Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν,
καὶ γὰρ αὐτοὶ+ἀφίεμεν παντὶ+ὀφείλοντι ἡμῖν.
Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
+ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.Verse 5Καὶ εἶπε πρὸς αὐτούς,Τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, καὶ+εἴπῃ αὐτῷ, Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,Verse 6ἐπειδὴ+φίλος παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·Verse 7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.Verse 8Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστάς, διὰ τὸ εἶναι+αὐτοῦ φίλον, διά γε τὴν+ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ+ὅσον χρῄζει.Verse 9Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.Verse 10Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν εὑρίσκει· καὶ τῷ κρούοντι+ἀνοιγήσεται.Verse 11Τίνα δὲ+ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς+ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν+ἐπιδώσει αὐτῷ;Verse 12Ἢ καὶ+ἐὰν αἰτήσῃ ᾠόν,+μὴ ἐπιδώσει αὐτῷ σκορπίον;Verse 13Εἰ οὖν ὑμεῖς+πονηροὶ ὑπάρχοντες οἴδατε+δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα+Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;