See Hebrew/Greek in BSB →
Jesus Arrested
18Verse 1Ταῦτα εἰπὼνὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρουτῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.Verse 2ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθηὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.Verse 3Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶΦαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.Verse 4Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν,ἐξελθὼν εἶπεν αὐτοῖς,Τίνα ζητεῖτε;Verse 5Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖςὁ Ἰησοῦς,Ἐγώ εἰμι.Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.Verse 6Ὡς οὖν εἶπεν αὐτοῖςὅτιἘγώ εἰμι,ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶἔπεσον χαμαί.Verse 7Πάλιν οὖναὐτοὺς ἐπηρώτησε,Τίνα ζητεῖτε;Οἱ δὲεἶπον, Ἰησοῦν τὸν Ναζωραῖον.Verse 8ἈπεκρίθηἸησοῦς,Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·Verse 9ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτιΟὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.Verse 10Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.Verse 11Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ,Βάλε τὴνμάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;Jesus Brought Before Annas
Verse 12Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν,Verse 13καὶἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.Verse 14Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπονἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.Peter Denies Jesus
Verse 15Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·Verse 16ὁ δὲ Πέτροςεἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλοςὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.Verse 17Λέγει οὖνἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί.Verse 18Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲμετ᾽ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.The High Priest Questions Jesus
Verse 19Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.Verse 20Ἀπεκρίθη αὐτῷὁ Ἰησοῦς,Ἐγὼ παρρησίᾳἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐνσυναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπουπάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.Verse 21Τί μεἐπερωτᾷς;Ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.Verse 22Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷςτῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;Verse 23Ἀπεκρίθη αὐτῷὁ Ἰησοῦς,Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί μεδέρεις;Verse 24Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.Peter Denies Jesus Again
Verse 25Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατοοὖν ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί.Verse 26Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;Verse 27Πάλιν οὖν ἠρνήσατοὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.Jesus Brought Before Pilate
Verse 28Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲπρωΐ, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν,ἀλλ᾽ ἵνα φάγωσι τὸ Πάσχα.Verse 29Ἐξῆλθεν οὖν ὁΠιλάτοςπρὸς αὐτούς, καὶ εἶπε, Τίνα κατηγορίαν φέρετεκατὰ τοῦ ἀνθρώπου τούτου;Verse 30Ἀπεκρίθησαν καὶεἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτοςκακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.Verse 31Εἶπεν οὖν αὐτοῖςὁΠιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπονοὖν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·Verse 32ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳἔμελλεν ἀποθνῄσκειν.Verse 33Εἰσῆλθεν οὖνεἰς τὸ πραιτώριον πάλιν ὁΠιλάτος, καὶ ἐφώνησε τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;Verse 34Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς,Ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢἄλλοι σοι εἶπον περὶ ἐμοῦ;Verse 35Ἀπεκρίθη ὁΠιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;Verse 36ἈπεκρίθηἸησοῦς,Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέταιἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.Verse 37Εἶπεν οὖν αὐτῷ ὁΠιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; ἈπεκρίθηἸησοῦς,Σὺ λέγεις, ὅτι βασιλεύς εἰμιἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.Verse 38Λέγει αὐτῷ ὁΠιλάτος, Τί ἐστιν ἀλήθεια; The Crowd Calls For Jesus' Crucifixion Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαναἰτίαν εὑρίσκω ἐν αὐτῷ.Verse 39Ἔστι δὲ συνήθειαὑμῖν, ἵνα ἕναὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖνὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;Verse 40Ἐκραύγασαν οὖνπάλιν πάντες, λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.