Tools
Commentary

John 19 — TCG

See Hebrew/Greek in BSB →

19Verse 1Τότε οὖν ἔλαβεν ὁ+Πιλάτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε.Verse 2Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,Verse 3καὶ+ἔλεγον, Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ+ἐδίδουν αὐτῷ ῥαπίσματα.Verse 4+Ἐξῆλθεν οὖν πάλιν ἔξω ὁ+Πιλάτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι+ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω.Verse 5Ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς,+Ἴδε, ὁ ἄνθρωπος.Verse 6Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον+αὐτόν. Λέγει αὐτοῖς ὁ+Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.Verse 7Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον+ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι+ἑαυτὸν υἱὸν Θεοῦ ἐποίησεν.Verse 8Ὅτε οὖν ἤκουσεν ὁ+Πιλάτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη,Verse 9καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.Verse 10Λέγει οὖν αὐτῷ ὁ+Πιλάτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω+σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε;Verse 11+Ἀπεκρίθη+Ἰησοῦς,Οὐκ εἶχες ἐξουσίαν+οὐδεμίαν κατ᾽ ἐμοῦ, εἰ μὴ ἦν+σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ+παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.Verse 12Ἐκ τούτου+ἐζήτει ὁ Πιλάτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι+ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα+ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.Verse 13Ὁ οὖν+Πιλάτος ἀκούσας+τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ+τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ+Γαββαθᾶ·Verse 14ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα+δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, ὁ βασιλεὺς ὑμῶν.Verse 15+Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ+Πιλάτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.Verse 16Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. The Crucifixion Παρέλαβον+δὲ τὸν Ἰησοῦν+καὶ ἤγαγον·Verse 17καὶ βαστάζων+τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς+τόπον λεγόμενον Κρανίου Τόπον,+ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ·Verse 18ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ᾽ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.Verse 19Ἔγραψε δὲ καὶ τίτλον ὁ+Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.Verse 20Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν+ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί,+Ἑλληνιστί, Ῥωμαϊστί.Verse 21Ἔλεγον οὖν τῷ+Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, Ὁ βασιλεὺς τῶν Ἰουδαίων· ἀλλ᾽ ὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς+εἰμι τῶν Ἰουδαίων.Verse 22Ἀπεκρίθη ὁ+Πιλάτος, Ὃ γέγραφα, γέγραφα.Verse 23Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν+τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν+ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾽ ὅλου.Verse 24+Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ+ἡ λέγουσα,
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
Verse 25+Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.Verse 26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ+αὐτοῦ,Γύναι,+ἰδοὺ ὁ υἱός σου.Verse 27Εἶτα λέγει τῷ μαθητῇ,+Ἰδοὺ ἡ μήτηρ σου.Καὶ ἀπ᾽ ἐκείνης τῆς ὥρας ἔλαβεν+ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

The Death of Jesus

Verse 28Μετὰ τοῦτο+ἰδὼν ὁ Ἰησοῦς ὅτι+πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει,Διψῶ.Verse 29Σκεῦος+οὖν ἔκειτο ὄξους μεστόν·+οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.Verse 30Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς, εἶπε,Τετέλεσται·καὶ+κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.

Jesus' Side Is Pierced

Verse 31Οἱ οὖν Ἰουδαῖοι,+ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν—ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου—ἠρώτησαν τὸν+Πιλάτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.Verse 32Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ+συσταυρωθέντος αὐτῷ·Verse 33ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον+αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη·Verse 34ἀλλ᾽ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ+εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ.Verse 35Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή+ἐστιν αὐτοῦ ἡ μαρτυρία,+κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα+ὑμεῖς+πιστεύσητε.Verse 36Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται+ἀπ᾽ αὐτοῦ.Verse 37Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

The Burial of Jesus

Verse 38+Μετὰ ταῦτα ἠρώτησε τὸν+Πιλάτον+Ἰωσὴφ+ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ+Πιλάτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα+τοῦ Ἰησοῦ.Verse 39Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς+τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων+μίγμα σμύρνης καὶ ἀλόης+ὡς λίτρας ἑκατόν.Verse 40Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ+ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν.Verse 41Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς+ἐτέθη.Verse 42Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?