See Hebrew/Greek in BSB →
Jesus Prays for His Disciples
17Verse 1Ταῦτα ἐλάλησενὁ Ἰησοῦς, καὶἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν,καὶ εἶπε,Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνακαὶ ὁ υἱός σου δοξάσῃ σε·Verse 2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ,δώσει αὐτοῖς ζωὴν αἰώνιον.Verse 3Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.Verse 4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργονἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω.Verse 5Καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.Verse 6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓςδέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν,καὶ ἐμοὶ αὐτοὺςδέδωκας· καὶ τὸν λόγον σουτετηρήκασι.Verse 7Νῦν ἔγνωκαν ὅτι πάντα ὅσαδέδωκάς μοι, παρὰ σοῦἐστιν·Verse 8ὅτι τὰ ῥήματα ἃδέδωκάς μοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.Verse 9Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι·Verse 10καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.Verse 11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶοὗτοι ἐν τῷ κόσμῳ εἰσί,καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου,ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼςἡμεῖς.Verse 12Ὅτε ἤμην μετ᾽ αὐτῶνἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου·οὓς δέδωκάς μοι,ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.Verse 13Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐναὐτοῖς.Verse 14Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.Verse 15Οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.Verse 16Ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼἐκ τοῦ κόσμου οὐκ εἰμί.Verse 17Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳσου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι.Verse 18Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.Verse 19Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνακαὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ.Verse 20Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶνπιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·Verse 21ἵνα πάντες ἓν ὦσι· καθὼς σύ,πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖνἓν ὦσιν· ἵνα ὁ κόσμοςπιστεύσῃ ὅτι σύ με ἀπέστειλας.Verse 22Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕνἐσμεν.Verse 23Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν,καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας.Verse 24Πάτερ,οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ᾽ ἐμοῦ· ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣνἔδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.Verse 25Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·Verse 26καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς.