See Hebrew/Greek in BSB →
The Death of Lazarus
11Verse 1Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.Verse 2Ἦν δὲΜαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ, καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶναὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.Verse 3Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.Verse 4Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν,Αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς.Verse 5Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.Verse 6Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.Verse 7Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς,Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.Verse 8Λέγουσιν αὐτῷ οἱ μαθηταί,Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;Verse 9ἈπεκρίθηἸησοῦς,Οὐχὶ δώδεκάεἰσιν ὧραι τῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει.Verse 10Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.Verse 11Ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς,Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.Verse 12Εἶπον οὖν οἱ μαθηταὶαὐτοῦ, Κύριε, εἰ κεκοίμηται, σωθήσεται.Verse 13Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.Verse 14Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ,Λάζαρος ἀπέθανε.Verse 15Καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ·ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.Verse 16Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖςσυμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.I Am the Resurrection and the Life
Verse 17Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαραςἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.Verse 18Ἦν δὲἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε·Verse 19καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸςτὰς περὶ Μάρθαν καὶΜαρίαν, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦαὐτῶν.Verse 20Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτιἸησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ·Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.Verse 21Εἶπεν οὖνΜάρθα πρὸςτὸν Ἰησοῦν, Κύριε, εἰ ἦς ὧδε,ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.Verse 22Ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.Verse 23Λέγει αὐτῇ ὁ Ἰησοῦς,Ἀναστήσεται ὁ ἀδελφός σου.Verse 24Λέγει αὐτῷΜάρθα, Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.Verse 25Εἶπεν αὐτῇ ὁ Ἰησοῦς,Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται·Verse 26καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;Verse 27Λέγει αὐτῷ, Ναί, Κύριε· ἐγὼ πεπίστευκα, ὅτι σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.Jesus Weeps
Verse 28Καὶταῦτα εἰποῦσα ἀπῆλθε, καὶ ἐφώνησεΜαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ,εἰποῦσα, Ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.Verse 29Ἐκείνη ὡς ἤκουσεν,ἐγείρεται ταχὺ καὶἔρχεται πρὸς αὐτόν.Verse 30Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.Verse 31Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴνΜαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ,λέγοντες ὅτι Ὑπάγει εἰς τὸ μνημεῖον, ἵνα κλαύσῃ ἐκεῖ.Verse 32Ἡ οὖνΜαρία, ὡς ἦλθεν ὅπου ἦνὁ Ἰησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεναὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ, Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂνἀπέθανέ μου ὁ ἀδελφός.Verse 33Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι, καὶ ἐτάραξεν ἑαυτόν,Verse 34καὶ εἶπε,Ποῦ τεθείκατε αὐτόν;Λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε.Verse 35Ἐδάκρυσεν ὁ Ἰησοῦς.Verse 36Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, Ἴδε πῶς ἐφίλει αὐτόν.Verse 37Τινὲς δὲ ἐξ αὐτῶνεἶπον, Οὐκἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;Jesus Raises Lazarus
Verse 38Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον. Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.Verse 39Λέγει ὁ Ἰησοῦς,Ἄρατε τὸν λίθον.Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦτεθνηκότος Μάρθα, Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.Verse 40Λέγει αὐτῇ ὁ Ἰησοῦς,Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς,ὄψει τὴν δόξαν τοῦ Θεοῦ;Verse 41Ἦραν οὖν τὸν λίθον,οὗ ἦν ὁ τεθνηκὼς κείμενος. Ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω, καὶ εἶπε,Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.Verse 42Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.Verse 43Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασε,Λάζαρε, δεῦρο ἔξω.Verse 44Καὶ ἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγειαὐτοῖς ὁ Ἰησοῦς,Λύσατε αὐτόν, καὶἄφετε ὑπάγειν.The Plot to Kill Jesus
Verse 45Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴνΜαρίαν καὶ θεασάμενοιἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.Verse 46Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους, καὶεἶπον αὐτοῖςἃ ἐποίησενὁ Ἰησοῦς.Verse 47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰσημεῖα ποιεῖ.Verse 48Ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.Verse 49Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, Ὑμεῖς οὐκ οἴδατε οὐδέν,Verse 50οὐδὲδιαλογίζεσθε ὅτι συμφέρειἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.Verse 51Τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν,ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου,προεφήτευσεν ὅτιἔμελλενἸησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,Verse 52καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.Verse 53Ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέραςσυνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.Verse 54Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις,ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖδιέτριβε μετὰ τῶν μαθητῶναὐτοῦ.Verse 55Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων· καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς.Verse 56Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, Τίδοκεῖ ὑμῖν; Ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;Verse 57Δεδώκεισαν δὲκαὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοιἐντολήν, ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.