See Hebrew/Greek in BSB →
The Parable of the Good Shepherd
10Verse 1Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων,ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής.Verse 2Ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.Verse 3Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατακαλεῖ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά.Verse 4Καὶ ὅταν τὰ ἴδιαπρόβαταἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ.Verse 5Ἀλλοτρίῳ δὲ οὐ μὴἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.Verse 6Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.I Am the Good Shepherd
Verse 7Εἶπεν οὖνπάλιν αὐτοῖς ὁ Ἰησοῦς,Ἀμὴν ἀμὴν λέγω ὑμῖνὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.Verse 8Πάντες ὅσοιἦλθον κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.Verse 9Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.Verse 10Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν.Verse 11Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Verse 12Ὁμισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκεἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζειτὰ πρόβατα.Verse 13Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.Verse 14Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶγινώσκω τὰ ἐμά, καὶγινώσκομαι ὑπὸ τῶν ἐμῶν.Verse 15Καθὼςγινώσκει με ὁ πατήρ, κἀγὼγινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.Verse 16Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνάμε δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶγενήσεται μία ποίμνη, εἷς ποιμήν.Verse 17Διὰ τοῦτοὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.Verse 18Οὐδεὶςαἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.Verse 19Σχίσμαοὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.Verse 20Ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;Verse 21Ἄλλοι ἔλεγον, Ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺςἀνοίγειν;Jesus Is Rejected by the Jews
Verse 22Ἐγένετοδὲ τὰἘγκαίνια ἐνἹεροσολύμοις,καὶ χειμὼν ἦν·Verse 23καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷΣολομῶνος.Verse 24Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός,εἰπὲ ἡμῖν παρρησίᾳ.Verse 25Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς,Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·Verse 26ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε·οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν,καθὼς εἶπον ὑμῖν.Verse 27Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μουἀκούει, κἀγὼγινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι·Verse 28κἀγὼζωὴν αἰώνιον δίδωμι αὐτοῖς· καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.Verse 29Ὁ πατήρ μουὃς δέδωκέ μοι,μείζων πάντων ἐστί· καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρόςμου.Verse 30Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.Verse 31Ἐβάστασανοὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.Verse 32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς,Πολλὰκαλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρόςμου· διὰ ποῖον αὐτῶν ἔργονλιθάζετέ με;Verse 33Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοιλέγοντες, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.Verse 34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς,Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳὑμῶν, Ἐγὼ εἶπα, Θεοί ἐστε;Verse 35Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο—καὶ οὐ δύναται λυθῆναι ἡ γραφή—Verse 36ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι;Verse 37Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·Verse 38εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοιςπιστεύσατε· ἵνα γνῶτε καὶπιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐναὐτῷ.Verse 39Ἐζήτουνοὖν πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.Verse 40Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦνἸωάννης τὸ πρῶτον βαπτίζων· καὶἔμεινεν ἐκεῖ.Verse 41Καὶ πολλοὶ ἦλθον πρὸς αὐτόν, καὶ ἔλεγον ὅτιἸωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ ὅσα εἶπενἸωάννης περὶ τούτου, ἀληθῆ ἦν.Verse 42Καὶἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.