Tools
Commentary

Acts 25 — TCG

See Hebrew/Greek in BSB →

Paul's Trial Before Festus

25Verse 1Φῆστος οὖν ἐπιβὰς τῇ+ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ+Καισαρείας.Verse 2Ἐνεφάνισαν+δὲ αὐτῷ+ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,Verse 3αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.Verse 4Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον+ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.Verse 5Οἱ οὖν+δυνατοὶ ἐν ὑμῖν, φησί,+συγκαταβάντες, εἴ τί ἐστιν+ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.Verse 6Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας+πλείους ἢ δέκα, καταβὰς εἰς+Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.Verse 7Παραγενομένου δὲ αὐτοῦ,+περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα+αἰτιώματα+φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,Verse 8+ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον.Verse 9Ὁ Φῆστος δὲ+τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς+Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων+κρίνεσθαι+ἐπ᾽ ἐμοῦ;Verse 10Εἶπε δὲ ὁ Παῦλος,+Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν+ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.Verse 11Εἰ μὲν+γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.Verse 12Τότε ὁ Φῆστος+συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.

Festus Consults King Agrippa

Verse 13Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς+Καισάρειαν,+ἀσπασάμενοι τὸν Φῆστον.Verse 14Ὡς δὲ πλείους ἡμέρας+διέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι+καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,Verse 15περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ+δίκην.Verse 16Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον+εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.Verse 17Συνελθόντων οὖν+αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·Verse 18περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν+ἐπέφερον ὧν+ὑπενόουν ἐγώ,Verse 19ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.Verse 20Ἀπορούμενος δὲ ἐγὼ+τὴν περὶ+τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς+Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων.Verse 21Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ+πέμψω αὐτὸν πρὸς Καίσαρα.Verse 22Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον+ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.+Ὁ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.

Paul Brought Before King Agrippa

Verse 23Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε+τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν+οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.Verse 24Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ+συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ+πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων+ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε,+ἐπιβοῶντες μὴ δεῖν+ζῇν αὐτὸν μηκέτι.Verse 25Ἐγὼ δὲ+καταλαβόμενος μηδὲν ἄξιον+θανάτου αὐτὸν πεπραχέναι,+καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν+αὐτόν.Verse 26Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ+τι γράψαι.Verse 27Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?