See Hebrew/Greek in BSB →
Paul's Defense Before Agrippa
26Verse 1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοιὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλοςἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα,Verse 2Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριονἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον·Verse 3μάλιστα γνώστην ὄντασε πάντων τῶν κατὰ Ἰουδαίουςἠθῶν τε καὶ ζητημάτων· διὸ δέομαίσου, μακροθύμως ἀκοῦσαί μου.Verse 4Τὴν μὲν οὖν βίωσίν μουτὴν ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μουἐν Ἱεροσολύμοις, ἴσασι πάντεςοἱ Ἰουδαῖοι,Verse 5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.Verse 6Καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆςπρὸς τοὺςπατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,Verse 7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐνἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι,βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων.Verse 8Τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;Verse 9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·Verse 10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶπολλοὺς τῶν ἁγίων ἐγὼφυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον.Verse 11Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.Paul Tells of His Conversion and Commission
Verse 12Ἐν οἷςκαὶ πορευόμενος εἰςτὴν Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆςπαρὰ τῶν ἀρχιερέων,Verse 13ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.Verse 14Πάντωνδὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴνλαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ,Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.Verse 15Ἐγὼ δὲεἶπον, Τίς εἶ, Κύριε; Ὁδὲ εἶπεν,Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις.Verse 16Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τεεἶδες ὧν τε ὀφθήσομαί σοι,Verse 17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶτῶν ἐθνῶν, εἰς οὓςἐγώ σε ἀποστέλλω,Verse 18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν,τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.Paul Tells of His Preaching to Jews and Gentiles
Verse 19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,Verse 20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτονκαὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν,ἀπαγγέλλων μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.Verse 21Ἕνεκα τούτωνοἱ Ἰουδαῖοί με συλλαβόμενοιἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.Verse 22Ἐπικουρίας οὖν τυχὼν τῆςπαρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκαμαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντωνγίνεσθαι καὶΜωϋσῆς,Verse 23εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷλαῷ καὶ τοῖς ἔθνεσι.Verse 24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.Verse 25Ὁδέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε,ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.Verse 26Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃνκαὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόντι τούτων οὐ πείθομαιοὐδέν· οὐγὰρ ἐν γωνίᾳ πεπραγμένον τοῦτο.Verse 27Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.Verse 28Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλονἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸνγενέσθαι.Verse 29Ὁ δὲ Παῦλοςεἶπεν, Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐνπολλῷ οὐ μόνον σέ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖοςκἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.Verse 30Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη ὁ βασιλεὺς καὶ ὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱσυγκαθήμενοι αὐτοῖς·Verse 31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι Οὐδὲν θανάτουἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος.Verse 32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.