See Hebrew/Greek in BSB →
The Accusation Against Paul
24Verse 1Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰτῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.Verse 2Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶκατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,Verse 3πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.Verse 4Ἵνα δὲ μὴ ἐπὶπλεῖόν σεἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇἐπιεικείᾳ.Verse 5Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶκινοῦνταστάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·Verse 6ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶἐκρατήσαμεν·Verse 8παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.Verse 9Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.Paul's Defense Before Felix
Verse 10Ἀπεκρίθηδὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σεκριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος,εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,Verse 11δυναμένου σουγνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραιδεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσωνἐν Ἱερουσαλήμ·Verse 12καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.Verse 13Οὔτεπαραστῆσαί μεδύνανται περὶ ὧννῦν κατηγοροῦσί μου.Verse 14Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖςπροφήταις γεγραμμένοις·Verse 15ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαινεκρῶν, δικαίων τε καὶ ἀδίκων.Verse 16Ἐν τούτῳδὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησινἔχωνπρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.Verse 17Δι᾽ ἐτῶν δὲ πλειόνωνπαρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς·Verse 18ἐνοἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου,τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·Verse 19οὓςδεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρόςμε.Verse 20Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν,τί εὗρονἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,Verse 21ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧςἔκραξαἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερονὑφ᾽ ὑμῶν.Verse 22Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ,εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς·Verse 23διαταξάμενόςτε τῷ ἑκατοντάρχῃ τηρεῖσθαιτὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖνἢ προσέρχεσθαι αὐτῷ.Paul Held in Custody
Verse 24Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇγυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰςΧριστὸν πίστεως.Verse 25Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντοςἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·Verse 26ἅμακαὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου,ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότεροναὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.Verse 27Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλωντεχάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.