Tools
Commentary

Acts 23 — TCG

See Hebrew/Greek in BSB →

23Verse 1Ἀτενίσας δὲ+ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.Verse 2Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.Verse 3Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;Verse 4Οἱ δὲ παρεστῶτες+εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;Verse 5Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται+γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.Verse 6Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ+Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,+ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς+Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν+ἐγὼ κρίνομαι.Verse 7Τοῦτο δὲ αὐτοῦ+λαλήσαντος, ἐγένετο στάσις τῶν+Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.Verse 8Σαδδουκαῖοι+μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν,+μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.Verse 9Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες+οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος,+μὴ θεομαχῶμεν.Verse 10Πολλῆς δὲ+γενομένης στάσεως,+εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα+καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν+τε εἰς τὴν παρεμβολήν.Verse 11Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε,Θάρσει+Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

The Plot to Kill Paul

Verse 12Γενομένης δὲ ἡμέρας, ποιήσαντές+τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς,+λέγοντες μήτε φαγεῖν μήτε+πιεῖν ἕως οὗ+ἀποκτείνωσι τὸν Παῦλον.Verse 13Ἦσαν δὲ πλείους+τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν+πεποιηκότες·Verse 14οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις+εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.Verse 15Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως+αὔριον+αὐτὸν καταγάγῃ+πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.Verse 16Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου+τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ.Verse 17Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον+ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ+τι ἀπαγγεῖλαι αὐτῷ.Verse 18Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν+νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.Verse 19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;Verse 20Εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον+εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς+μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.Verse 21Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους+τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε+πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν+ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.Verse 22Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν+νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός+με.

Paul Sent to Felix the Governor

Verse 23Καὶ προσκαλεσάμενος+δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως+Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·Verse 24κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα·Verse 25γράψας ἐπιστολὴν+περιέχουσαν τὸν τύπον τοῦτον·Verse 26Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.Verse 27Τὸν ἄνδρα τοῦτον+συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι+ἐξειλόμην+αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι.Verse 28Βουλόμενος+δὲ+γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον+αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·Verse 29ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν,+μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν+ἔγκλημα ἔχοντα.Verse 30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα+μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν+τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ.+Ἔρρωσο.Verse 31Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ+τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.Verse 32Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς+πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·Verse 33οἵτινες εἰσελθόντες εἰς τὴν+Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.Verse 34Ἀναγνοὺς δὲ+ὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας+ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,Verse 35Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται.+Ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?