Tools
Commentary

1 Corinthians 13 — TCG

See Hebrew/Greek in BSB →

The Way of Love

13Verse 1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.Verse 2+Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν,+καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη+μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω,+οὐθέν εἰμι.Verse 3+Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,+καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα+καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.Verse 4Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ·+ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,Verse 5οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,Verse 6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ,+συγχαίρει δὲ τῇ ἀληθείᾳ,Verse 7πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.Verse 8Ἡ ἀγάπη οὐδέποτε+ἐκπίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.Verse 9Ἐκ μέρους+δὲ+γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν·Verse 10ὅταν δὲ ἔλθῃ τὸ τέλειον,+τότε τὸ ἐκ μέρους καταργηθήσεται.Verse 11Ὅτε ἤμην νήπιος,+ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε+δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.Verse 12Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι+γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.Verse 13Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
TCG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?