Tools
Commentary

Revelation 2 — SRG

See Hebrew/Greek in BSB →

2Verse 1*⸂Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·Verse 2Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον*⸋σου,⸌ καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ*⸂ἐπείρασας⸃ τοὺς*⸂2λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι⸃ καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς,Verse 3*⸉καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας⸊ διὰ τὸ ὄνομά μου*⸂καὶ οὐκ ἐκοπίασας.⸃Verse 4Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.Verse 5Μνημόνευε οὖν πόθεν*⸂πέπτωκας,⸃ καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι*⸂2ταχύ,⸃ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.Verse 6Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.Verse 7Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω*⸋αὐτῷ⸌ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν*⸂τῷ παραδείσῳ⸃ τοῦ θεοῦ*⸋2μου.⸌Verse 8Καὶ*⸂τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·Verse 9Οἶδά σου*⸋τὰ ἔργα καὶ⸌ τὴν θλίψιν καὶ τὴν πτωχείαν,*⸂ἀλλὰ πλούσιος⸃ εἶ· καὶ τὴν βλασφημίαν*⸋2ἐκ⸌ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.Verse 10*⸂Μηδὲν⸃ φοβοῦ ἃ μέλλεις*⸂2παθεῖν·⸃ ἰδοὺ*⸋δή,⸌ μέλλει*⸂3βαλεῖν⸃*⸉ὁ διάβολος ἐξ ὑμῶν⸊ εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ*⸂4ἕξετε⸃ θλίψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.Verse 11Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.Verse 12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·Verse 13Οἶδα*⸋τὰ ἔργα σου καὶ⸌ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου*⸆ ἐν ταῖς ἡμέραις*⸋2ἐν αἷς⸌ Ἀντίπας*⸂ὁ μάρτυς μου, ὁ πιστός,⸃ ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου*⸉ὁ Σατανᾶς κατοικεῖ.⸊Verse 14Ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς*⸂ἐδίδαξεν⸃*⸂2τὸν⸃ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ,*⸋καὶ⸌ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.Verse 15Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν*⸋τῶν⸌ Νικολαϊτῶν*⸂ὁμοίως.⸃Verse 16Μετανόησον*⸋οὖν·⸌ εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.Verse 17Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ*⸆ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς*⸂οἶδεν⸃ εἰ μὴ ὁ λαμβάνων.Verse 18Καὶ*⸂τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·Verse 19Οἶδά σου τὰ ἔργα,*⸉καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν⸊ καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου,*⸆ τὰ ἔσχατα πλείονα τῶν πρώτων.Verse 20Ἀλλ᾽ ἔχω κατὰ σοῦ*⸆ ὅτι*⸂ἀφεῖς⸃ τὴν γυναῖκά*⸋σου⸌ Ἰεζάβελ,*⸂2ἣ λέγει⸃ ἑαυτὴν προφῆτιν,*⸂3καὶ διδάσκει καὶ πλανᾷ⸃ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ*⸉φαγεῖν εἰδωλόθυτα.⸊Verse 21Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ,*⸂καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.⸃Verse 22Ἰδού,*⸆ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ*⸂μετανοήσωσιν⸃ ἐκ τῶν ἔργων*⸂2αὐτῆς.⸃Verse 23Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.Verse 24*⸂Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες⸃ οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ*⸂2βάλλω⸃ ἐφ᾽ ὑμᾶς ἄλλο βάρος.Verse 25Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρι οὗ ἂν ἥξω.Verse 26Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·Verse 27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά,*⸂συντριβήσεται·⸃ ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου·Verse 28καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.Verse 29Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?