Tools
Commentary

Revelation 1 — SRG

See Hebrew/Greek in BSB →

1Verse 1Ἀποκάλυψις Ἰησοῦ χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,Verse 2ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ χριστοῦ, ὅσα*⸆ εἶδεν.*⸆2Verse 3Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.Verse 4Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ*⸂θεοῦ⸃ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ*⸆ ἐνώπιον τοῦ θρόνου αὐτοῦ·Verse 5καὶ ἀπὸ Ἰησοῦ χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος*⸆ τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ*⸂ἀγαπῶντι⸃ ἡμᾶς, καὶ λούσαντι ἡμᾶς*⸂2ἀπὸ⸃ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ·Verse 6καὶ ἐποίησεν ἡμᾶς*⸂βασιλείαν,⸃ ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας*⸋τῶν αἰώνων.⸌ Ἀμήν.Verse 7Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.Verse 8Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ,*⸆ λέγει*⸂κύριος ὁ θεός,⸃ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.Verse 9Ἐγὼ Ἰωάννης, ὁ*⸆ ἀδελφὸς ὑμῶν καὶ*⸂κοινωνὸς⸃*⸂2ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ⸃*⸂3ἐν χριστῷ Ἰησοῦ,⸃ ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ,*⸂4διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν⸃*⸂5Ἰησοῦ χριστοῦ.⸃Verse 10Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα*⸉φωνὴν ὀπίσω μου⸊ μεγάλην ὡς σάλπιγγος,Verse 11λεγούσης,*⸆ Ὃ βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς*⸋ἑπτὰ⸌ ἐκκλησίαις,*⸆2 εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν.Verse 12Καὶ*⸋ἐκεῖ⸌ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις*⸂ἐλάλει⸃ μετ᾽ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,Verse 13καὶ ἐν μέσῳ τῶν*⸋ἑπτὰ⸌ λυχνιῶν ὅμοιον*⸂υἱῷ⸃ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν.Verse 14Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ*⸂ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·⸃Verse 15καὶ*⸂οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι·⸃ καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν.Verse 16Καὶ ἔχων ἐν τῇ δεξιᾷ*⸉αὐτοῦ χειρὶ⸊ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.Verse 17Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ*⸂ἔθηκεν⸃ τὴν δεξιὰν αὐτοῦ*⸆ ἐπ᾽ ἐμέ, λέγων,*⸆2 Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,Verse 18καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων,*⸋ἀμήν·⸌ καὶ ἔχω τὰς κλεῖς*⸉τοῦ θανάτου καὶ τοῦ ᾍδου.⸊Verse 19Γράψον*⸋οὖν⸌ ἃ εἶδες, καὶ ἅ εἰσιν, καὶ ἃ μέλλει*⸂γίνεσθαι⸃ μετὰ ταῦτα·Verse 20τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων*⸂ὧν⸃ εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν· καὶ*⸂2αἱ λυχνίαι αἱ ἑπτὰ⸃ ἑπτὰ ἐκκλησίαι εἰσίν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?