Revelation 3 — SRG
3Verse 1Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων*⸂τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας·⸃ Οἶδά σου τὰ ἔργα, ὅτι*⸆ ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.Verse 2Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ*⸂ἔμελλες ἀποβάλλειν·⸃ οὐ γὰρ εὕρηκά σου*⸋τὰ⸌ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ*⸋2μου.⸌Verse 3Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς,*⸂ἥξω ἐπί σε ὡς κλέπτης, καὶ οὐ μὴ*⸂2γνῷς⸃ ποίαν ὥραν ἥξω ἐπί σε.⸃Verse 4*⸂Ἀλλ᾽⸃*⸉ὀλίγα ἔχεις⸊ ὀνόματα*⸆ ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσιν μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.Verse 5Ὁ νικῶν,*⸂οὗτος⸃ περιβαλεῖται ἐν ἱματίοις λευκοῖς· καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ*⸂2ὁμολογήσω⸃ τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.Verse 6Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.Verse 7Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν*⸋τοῦ⸌ Δαυίδ,*⸂ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει αὐτήν, εἰ μὴ ὁ ἀνοίγων· καὶ οὐδεὶς ἀνοίξει.⸃Verse 8Οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην,*⸂ἣν⸃ οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.Verse 9Ἰδού,*⸂δίδωμι⸃ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδού, ποιήσω αὐτοὺς ἵνα*⸂2ἥξωσιν καὶ προσκυνήσωσιν⸃ ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι*⸆ ἠγάπησά σε.Verse 10Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ, τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.Verse 11*⸆ Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.Verse 12Ὁ νικῶν, ποιήσω αὐτὸν στύλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ*⸂καταβαίνει⸃ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.Verse 13Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.Verse 14Καὶ τῷ ἀγγέλῳ*⸂τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς*⸂2ὁ πιστὸς καὶ ἀληθινός,⸃ ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·Verse 15Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς*⸂ἦς⸃ ἢ ζεστός.Verse 16Οὕτως ὅτι χλιαρὸς εἶ, καὶ*⸂οὐ ζεστὸς οὔτε ψυχρός,⸃ μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.Verse 17Ὅτι λέγεις,*⸆ Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ*⸂οὐδενὸς⸃ χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ*⸂2ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς⸃ καὶ τυφλὸς καὶ γυμνός·Verse 18συμβουλεύω σοι ἀγοράσαι*⸉χρυσίον παρ᾽ ἐμοῦ⸊ πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλύριον*⸂ἵνα ἐγχρίσῃ⸃*⸆ τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς.Verse 19Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω·*⸂ζήλωσον⸃ οὖν καὶ μετανόησον.Verse 20Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν,*⸋καὶ⸌ εἰσελεύσομαι πρὸς αὐτόν, καὶ δειπνήσω μετ᾽ αὐτοῦ, καὶ αὐτὸς μετ᾽ ἐμοῦ.Verse 21Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.Verse 22Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.