Tools
Commentary

Mark 7 — SRG

See Hebrew/Greek in BSB →

7Verse 1Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων·Verse 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ*⸆ κοιναῖς χερσίν, τοῦτ᾽ ἔστιν ἀνίπτοις,*⸂ἐσθίοντας⸃*⸆2 ἄρτους*⸋ἐμέμψαντο.⸌Verse 3Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·Verse 4καὶ ἀπὸ ἀγορᾶς,*⸆ ἐὰν μὴ*⸂βαπτίσωνται,⸃ οὐκ ἐσθίουσιν· καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων*⸋καὶ κλινῶν.⸌Verse 5*⸂Ἔπειτα⸃ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί*⸉οἱ μαθηταί σου οὐ περιπατοῦσιν⸊ κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ*⸂2ἀνίπτοις⸃ χερσὶν ἐσθίουσιν τὸν ἄρτον;Verse 6Ὁ δὲ*⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς*⸋2ὅτι⸌ Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται,*⸆ Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ.Verse 7Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.Verse 8Ἀφέντες*⸋γὰρ⸌ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων,*⸋2βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.⸌Verse 9Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν*⸂τηρήσητε.⸃Verse 10Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·Verse 11ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστιν, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς·Verse 12*⸋καὶ⸌ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι*⸂τῷ πατρὶ αὐτοῦ ἢ τῇ μητρὶ αὐτοῦ,⸃Verse 13ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.Verse 14Καὶ προσκαλεσάμενος*⸂πάντα⸃ τὸν ὄχλον, ἔλεγεν αὐτοῖς,*⸂2Ἀκούετέ μου πάντες, καὶ συνίετε.⸃Verse 15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται*⸉αὐτὸν κοινῶσαι·⸊ ἀλλὰ τὰ*⸂ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ,⸃*⸋ἐκεῖνά⸌ ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.Verse 16*⸋Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.⸌Verse 17Καὶ ὅτε εἰσῆλθεν εἰς*⸆ οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ*⸂περὶ τῆς παραβολῆς.⸃Verse 18Καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,Verse 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν· καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται,*⸂καθαρίζον⸃ πάντα τὰ βρώματα.Verse 20Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.Verse 21Ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται,*⸉μοιχεῖαι, πορνεῖαι, φόνοι,Verse 22κλοπαί,⸊ πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·Verse 23πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.Verse 24*⸂Καὶ ἐκεῖθεν⸃ ἀναστὰς ἀπῆλθεν εἰς τὰ*⸂2μεθόρια⸃ Τύρου*⸋καὶ Σιδῶνος.⸌ Καὶ εἰσελθὼν εἰς*⸆ οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ*⸂3ἠδυνήθη⸃ λαθεῖν.Verse 25*⸂Ἀκούσασα γὰρ⸃ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·Verse 26*⸉ἦν δὲ ἡ γυνὴ⸊ Ἑλληνίς, Συραφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον*⸂ἐκβάλῃ⸃ ἐκ τῆς θυγατρὸς αὐτῆς.Verse 27*⸂Ὁ δὲ Ἰησοῦς⸃*⸂2εἶπεν⸃ αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ*⸉καλόν ἐστιν⸊ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ*⸉2βαλεῖν τοῖς κυναρίοις.⸊Verse 28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ,*⸋Ναί,⸌ κύριε· καὶ*⸋2γὰρ⸌ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης*⸂ἐσθίει⸃ ἀπὸ τῶν ψιχίων τῶν παιδίων.Verse 29Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν*⸉τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.⸊Verse 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν*⸂τὸ δαιμόνιον ἐξεληλυθός, καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.⸃Verse 31Καὶ πάλιν*⸂ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν⸃*⸂2πρὸς⸃ τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.Verse 32Καὶ φέρουσιν αὐτῷ κωφὸν*⸆ μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.Verse 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,Verse 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν, Διανοίχθητι.Verse 35Καὶ*⸋εὐθέως⸌*⸂διηνοίχθησαν⸃ αὐτοῦ αἱ ἀκοαί· καὶ*⸆ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.Verse 36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ*⸂εἴπωσιν·⸃ ὅσον δὲ*⸋αὐτὸς⸌ αὐτοῖς διεστέλλετο,*⸆ μᾶλλον περισσότερον ἐκήρυσσον.Verse 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ*⸋τοὺς⸌ ἀλάλους λαλεῖν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?