Mark 8 — SRG
8Verse 1Ἐν ἐκείναις ταῖς ἡμέραις,*⸂παμπόλλου⸃ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος*⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς*⸋2αὐτοῦ⸌ λέγει αὐτοῖς,Verse 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον· ὅτι ἤδη*⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν·Verse 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ·*⸂τινὲς γὰρ⸃ αὐτῶν*⸆ μακρόθεν*⸂2ἥκουσιν.⸃Verse 4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,*⸆ Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;Verse 5Καὶ*⸂ἐπηρώτα⸃ αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά.Verse 6Καὶ*⸂παρήγγειλεν⸃ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους,*⸆ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα*⸂2παραθῶσιν·⸃ καὶ παρέθηκαν τῷ ὄχλῳ.Verse 7Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας*⸆ εἶπεν*⸂παραθεῖναι καὶ αὐτά.⸃Verse 8*⸂Ἔφαγον δέ,⸃ καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.Verse 9Ἦσαν δὲ*⸋οἱ φαγόντες⸌ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.Verse 10Καὶ*⸂εὐθέως⸃ ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.Verse 11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.Verse 12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη*⸂σημεῖον ἐπιζητεῖ;⸃ Ἀμὴν λέγω*⸋ὑμῖν,⸌ εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.Verse 13Καὶ ἀφεὶς αὐτούς,*⸉ἐμβὰς πάλιν⸊*⸂εἰς πλοῖον,⸃ ἀπῆλθεν εἰς τὸ πέραν.Verse 14Καὶ ἐπελάθοντο*⸆ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.Verse 15Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.Verse 16Καὶ διελογίζοντο πρὸς ἀλλήλους,*⸋λέγοντες⸌ ὅτι Ἄρτους οὐκ*⸂ἔχομεν.⸃Verse 17Καὶ γνοὺς*⸋ὁ Ἰησοῦς⸌ λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε;*⸋2Ἔτι⸌ πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;Verse 18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε;Verse 19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους*⸉πλήρεις κλασμάτων⸊ ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα.Verse 20Ὅτε*⸂δὲ⸃ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;*⸂2Οἱ δὲ⸃*⸂3εἶπον,⸃*⸆ Ἑπτά.Verse 21Καὶ*⸂ἔλεγεν⸃ αὐτοῖς,*⸂2Πῶς οὐ⸃ συνίετε;Verse 22Καὶ*⸂ἔρχεται⸃ εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.Verse 23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ,*⸂ἐξήγαγεν⸃ αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι*⸂2βλέπει.⸃Verse 24Καὶ ἀναβλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνθρώπους*⸂ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.⸃Verse 25Εἶτα πάλιν*⸂ἐπέθηκεν⸃ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ*⸂2ἐποίησεν αὐτὸν ἀναβλέψαι.⸃*⸂3Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν⸃ τηλαυγῶς*⸂4ἅπαντας.⸃Verse 26Καὶ ἀπέστειλεν αὐτὸν εἰς*⸋τὸν⸌ οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς,*⸋2μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.⸌Verse 27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;Verse 28*⸂Οἱ δὲ*⸂2ἀπεκρίθησαν,⸃ Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ⸃*⸂3ἕνα⸃ τῶν προφητῶν.Verse 29Καὶ αὐτὸς*⸂λέγει αὐτοῖς,⸃ Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς*⸋δὲ⸌ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός.Verse 30Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.Verse 31Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι*⸂ἀπὸ⸃*⸂2τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων,⸃ καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·Verse 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος*⸉αὐτὸν ὁ Πέτρος⸊ ἤρξατο ἐπιτιμᾷν αὐτῷ.Verse 33Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν*⸋τῷ⸌ Πέτρῳ,*⸂λέγων,⸃ Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.Verse 34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς,*⸂Ὅστις⸃ θέλει ὀπίσω μου*⸂2ἀκολουθεῖν,⸃ ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.Verse 35Ὃς γὰρ*⸂ἂν⸃ θέλῃ τὴν*⸂2ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν*⸂3ἀπολέσῃ⸃ τὴν ἑαυτοῦ ψυχὴν⸃ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου,*⸋οὗτος⸌ σώσει αὐτήν.Verse 36Τί γὰρ*⸂ὠφελήσει⸃*⸆ ἄνθρωπον,*⸂2ἐὰν κερδήσῃ⸃ τὸν κόσμον ὅλον, καὶ*⸂3ζημιωθῇ⸃ τὴν ψυχὴν αὐτοῦ;Verse 37*⸂Ἢ τί⸃*⸂2δώσει⸃ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;Verse 38Ὃς γὰρ*⸂ἐὰν⸃ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.