Mark 6 — SRG
6Verse 1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ*⸂ἦλθεν⸃ εἰς τὴν πατρίδα αὐτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.Verse 2Καὶ γενομένου σαββάτου, ἤρξατο*⸉ἐν τῇ συναγωγῇ διδάσκειν·⸊ καὶ*⸆ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τίς ἡ σοφία ἡ δοθεῖσα*⸂αὐτῷ,⸃*⸆2 καὶ*⸆3 δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ*⸂2γίνονται;⸃Verse 3Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς*⸆ Μαρίας,*⸂ἀδελφὸς δὲ⸃ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.Verse 4*⸂Ἔλεγεν δὲ⸃ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσιν*⸆ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.Verse 5Καὶ οὐκ ἠδύνατο ἐκεῖ*⸉οὐδεμίαν δύναμιν ποιῆσαι,⸊ εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν.Verse 6Καὶ*⸂ἐθαύμαζεν⸃ διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.Verse 7Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.Verse 8Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον·*⸉μὴ πήραν, μὴ ἄρτον,⸊ μὴ εἰς τὴν ζώνην χαλκόν·Verse 9ἀλλ᾽ ὑποδεδεμένους σανδάλια· καὶ μὴ*⸂ἐνδύσησθε⸃ δύο χιτῶνας.Verse 10Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου*⸂ἐὰν⸃ εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.Verse 11Καὶ*⸂ὅσοι ἂν μὴ δέξωνται⸃ ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς.*⸋Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.⸌Verse 12Καὶ ἐξελθόντες*⸂ἐκήρυσσον⸃ ἵνα*⸂2μετανοήσωσιν·⸃Verse 13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.Verse 14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ*⸂ἔλεγεν⸃ ὅτι Ἰωάννης ὁ βαπτίζων*⸂2ἐκ νεκρῶν ἠγέρθη,⸃ καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.Verse 15Ἄλλοι*⸆ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης*⸋ἐστίν,⸌*⸆2 ὡς εἷς τῶν προφητῶν.Verse 16Ἀκούσας δὲ*⸋ὁ⸌ Ἡρῴδης*⸂εἶπεν⸃*⸋2ὅτι⸌ Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην,*⸂2οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.⸃Verse 17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν*⸆ φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.Verse 18Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.Verse 19Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο·Verse 20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ*⸂ἀκούσας⸃ αὐτοῦ, πολλὰ*⸂2ἐποίει,⸃ καὶ ἡδέως αὐτοῦ ἤκουεν.Verse 21Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον*⸂ἐποίει⸃ τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,Verse 22καὶ εἰσελθούσης τῆς θυγατρὸς*⸂αὐτῆς⸃*⸋τῆς⸌ Ἡρῳδιάδος*⸂2καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης⸃ τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις,*⸂3εἶπεν ὁ βασιλεὺς⸃ τῷ κορασίῳ, Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί·Verse 23καὶ ὤμοσεν αὐτῇ*⸆*⸂ὅτι Ὃ ἐάν⸃*⸋με⸌ αἰτήσῃς, δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.Verse 24*⸂Ἡ δὲ⸃ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί*⸂2αἰτήσομαι;⸃ Ἡ δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ*⸂3βαπτιστοῦ.⸃Verse 25Καὶ εἰσελθοῦσα*⸂εὐθέως⸃ μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο, λέγουσα, Θέλω ἵνα*⸉μοι δῷς ἐξαυτῆς⸊ ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.Verse 26Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς*⸂συνανακειμένους⸃ οὐκ ἠθέλησεν*⸉αὐτὴν ἀθετῆσαι.⸊Verse 27Καὶ*⸂εὐθέως⸃ ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν*⸂2ἐνεχθῆναι⸃ τὴν κεφαλὴν αὐτοῦ.Verse 28*⸂Ὁ δὲ⸃ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.Verse 29Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν*⸆ μνημείῳ.Verse 30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα,*⸋καὶ⸌ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.Verse 31Καὶ*⸂εἶπεν⸃ αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶ*⸂2ἀναπαύεσθε⸃ ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.Verse 32Καὶ ἀπῆλθον*⸂εἰς ἔρημον τόπον τῷ πλοίῳ⸃ κατ᾽ ἰδίαν.Verse 33Καὶ εἶδον αὐτοὺς ὑπάγοντας*⸆ καὶ*⸂ἐπέγνωσαν⸃*⸂2αὐτὸν⸃ πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς,*⸋καὶ συνῆλθον πρὸς αὐτόν.⸌Verse 34Καὶ ἐξελθὼν εἶδεν*⸋ὁ Ἰησοῦς⸌ πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽*⸂αὐτοῖς,⸃ ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.Verse 35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ*⸂λέγουσιν⸃ ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·Verse 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας*⸂ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.⸃Verse 37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν*⸉δηναρίων διακοσίων⸊ ἄρτους, καὶ*⸂δῶμεν⸃ αὐτοῖς φαγεῖν;Verse 38Ὁ δὲ λέγει αὐτοῖς, Πόσους*⸉ἄρτους ἔχετε;⸊ Ὑπάγετε*⸋καὶ⸌ ἴδετε. Καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας.Verse 39Καὶ ἐπέταξεν αὐτοῖς*⸂ἀνακλῖναι⸃ πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.Verse 40Καὶ ἀνέπεσον πρασιαὶ πρασιαί,*⸂ἀνὰ ἑκατὸν καὶ ἀνὰ⸃ πεντήκοντα.Verse 41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς*⸋αὐτοῦ⸌ ἵνα*⸂παραθῶσιν⸃ αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.Verse 42Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν·Verse 43καὶ ἦραν*⸂κλασμάτων δώδεκα κοφίνους πλήρεις,⸃ καὶ ἀπὸ τῶν ἰχθύων.Verse 44Καὶ ἦσαν οἱ φαγόντες*⸋τοὺς ἄρτους⸌*⸆ πεντακισχίλιοι ἄνδρες.Verse 45Καὶ*⸂εὐθέως⸃ ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν*⸋εἰς τὸ πέραν⸌ πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς*⸂2ἀπολύσῃ⸃ τὸν ὄχλον.Verse 46Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.Verse 47Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.Verse 48Καὶ*⸂εἶδεν⸃ αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς,*⸋καὶ⸌ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς.Verse 49Οἱ δέ, ἰδόντες αὐτὸν*⸉περιπατοῦντα ἐπὶ τῆς θαλάσσης,⸊ ἔδοξαν*⸂φάντασμα εἶναι,⸃ καὶ ἀνέκραξαν·Verse 50πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν.*⸂Καὶ⸃*⸂2εὐθέως⸃ ἐλάλησεν μετ᾽ αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε· ἐγώ εἰμι, μὴ φοβεῖσθε.Verse 51Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος· καὶ λίαν*⸋ἐκπερισσοῦ⸌ ἐν ἑαυτοῖς ἐξίσταντο,*⸋2καὶ ἐθαύμαζον.⸌Verse 52Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις·*⸂ἦν γὰρ⸃*⸉αὐτῶν ἡ καρδία⸊ πεπωρωμένη.Verse 53Καὶ διαπεράσαντες*⸂ἦλθον ἐπὶ τὴν γῆν⸃ Γεννησαρέτ, καὶ προσωρμίσθησαν.Verse 54Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου,*⸂εὐθέως⸃ ἐπιγνόντες αὐτόν,Verse 55*⸂περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην,⸃ ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι*⸋ἐκεῖ⸌ ἐστιν.Verse 56Καὶ ὅπου ἂν εἰσεπορεύετο*⸂εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς,⸃ ἐν ταῖς ἀγοραῖς*⸂2ἐτίθουν⸃ τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν*⸂3ἥπτοντο⸃ αὐτοῦ ἐσῴζοντο.