Luke 7 — SRG
7Verse 1*⸂Ἐπεὶ δὲ⸃ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.Verse 2Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος.Verse 3Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτόν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.Verse 4Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ*⸂παρέξει⸃ τοῦτο·Verse 5ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.Verse 6Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν*⸋πρὸς αὐτὸν⸌*⸉ὁ ἑκατόνταρχος φίλους,⸊ λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ*⸉2εἰμι ἱκανὸς⸊ ἵνα*⸉3μου ὑπὸ τὴν στέγην⸊ εἰσέλθῃς·Verse 7διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ*⸂ἰαθήσεται⸃ ὁ παῖς μου.Verse 8Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ.Verse 9Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν,*⸂οὔτε⸃ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.Verse 10Καὶ ὑποστρέψαντες*⸉οἱ πεμφθέντες εἰς τὸν οἶκον⸊ εὗρον τὸν*⸋ἀσθενοῦντα⸌ δοῦλον ὑγιαίνοντα.Verse 11Καὶ ἐγένετο ἐν*⸂τῷ⸃ ἑξῆς,*⸂2ἐπορεύετο⸃ εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ*⸋ἱκανοί,⸌ καὶ ὄχλος πολύς.Verse 12Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς,*⸉υἱὸς μονογενὴς⸊ τῇ μητρὶ αὐτοῦ, καὶ*⸂αὐτὴ⸃*⸆ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς*⸆2 σὺν αὐτῇ.Verse 13Καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε.Verse 14Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.Verse 15Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.Verse 16Ἔλαβεν δὲ φόβος*⸂πάντας,⸃ καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες ὅτι Προφήτης μέγας*⸂2ἐγήγερται⸃ ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.Verse 17Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ*⸋ἐν⸌ πάσῃ τῇ περιχώρῳ.Verse 18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.Verse 19Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς*⸂τὸν Ἰησοῦν,⸃ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ*⸂2ἄλλον⸃ προσδοκῶμεν;Verse 20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης ὁ βαπτιστὴς*⸂ἀπέσταλκεν⸃ ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;Verse 21Ἐν*⸂αὐτῇ⸃*⸋δὲ⸌ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο*⸋2τὸ⸌ βλέπειν.Verse 22Καὶ ἀποκριθεὶς*⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε·*⸋2ὅτι⸌ τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται,*⸆ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·Verse 23καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.Verse 24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν*⸂τοῖς ὄχλοις⸃ περὶ Ἰωάννου, Τί*⸂2ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;Verse 25Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.Verse 26Ἀλλὰ τί ἐξεληλύθατε⸃ ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.Verse 27Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού,*⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.Verse 28Λέγω*⸋γὰρ⸌ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν*⸋2προφήτης⸌ Ἰωάννου*⸋3τοῦ βαπτιστοῦ⸌ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.Verse 29Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·Verse 30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.Verse 31*⸆ Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;Verse 32Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις,*⸂καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν*⸋ὑμῖν,⸌ καὶ οὐκ ἐκλαύσατε.Verse 33Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς*⸂μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων,⸃ καὶ λέγετε, Δαιμόνιον ἔχει·Verse 34ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης,*⸉φίλος τελωνῶν⸊ καὶ ἁμαρτωλῶν.Verse 35Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ*⸉τῶν τέκνων αὐτῆς πάντων.⸊Verse 36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς*⸂τὴν οἰκίαν⸃ τοῦ Φαρισαίου*⸂2ἀνεκλίθη.⸃Verse 37Καὶ ἰδού, γυνὴ*⸉ἐν τῇ πόλει, ἥτις ἦν⸊ ἁμαρτωλός,*⸆ ἐπιγνοῦσα ὅτι*⸂ἀνάκειται⸃ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,Verse 38καὶ στᾶσα*⸉παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω⸊ κλαίουσα,*⸉2ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν,⸊ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ.Verse 39Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν*⸆ προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.Verse 40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ*⸉φησιν, Διδάσκαλε, εἰπέ.⸊Verse 41Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.Verse 42Μὴ ἐχόντων*⸋δὲ⸌ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν,*⸋2εἰπέ,⸌ πλεῖον*⸉αὐτὸν ἀγαπήσει;⸊Verse 43Ἀποκριθεὶς*⸋δὲ⸌*⸋2ὁ⸌ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας.Verse 44Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ*⸂ἐπὶ τοὺς πόδας μου⸃ οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν*⸋τῆς κεφαλῆς⸌ αὐτῆς ἐξέμαξεν.Verse 45Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς εἰσῆλθον, οὐ*⸂διέλιπεν⸃ καταφιλοῦσά μου τοὺς πόδας.Verse 46Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέν*⸉μου τοὺς πόδας.⸊Verse 47Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.Verse 48Εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι.Verse 49Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;Verse 50Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.