Tools
Commentary

Luke 8 — SRG

See Hebrew/Greek in BSB →

8Verse 1Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ,Verse 2καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,Verse 3καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν*⸂αὐτοῖς⸃*⸂2ἀπὸ⸃ τῶν ὑπαρχόντων αὐταῖς.Verse 4Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπεν διὰ παραβολῆς,Verse 5Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.Verse 6Καὶ ἕτερον*⸂ἔπεσεν⸃ ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα.Verse 7Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.Verse 8Καὶ ἕτερον ἔπεσεν*⸂εἰς⸃ τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.Verse 9Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ,*⸋λέγοντες,⸌ Τίς*⸉εἴη ἡ παραβολὴ αὕτη;⸊Verse 10Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν, καὶ ἀκούοντες μὴ συνιῶσιν.Verse 11Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.Verse 12Οἱ δὲ παρὰ τὴν ὁδὸν εἰσὶν οἱ*⸂ἀκούοντες,⸃ εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.Verse 13Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσιν, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.Verse 14Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσιν.Verse 15Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσιν, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.Verse 16*⸆ Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας*⸂ἐπιτίθησιν,⸃ ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.Verse 17Οὐ γάρ ἐστιν κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ*⸂γνωσθήσεται⸃ καὶ εἰς φανερὸν ἔλθῃ.Verse 18Βλέπετε οὖν πῶς ἀκούετε·*⸂ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἐὰν μὴ ἔχῃ,⸃ καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.Verse 19*⸂Παρεγένοντο⸃ δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.Verse 20*⸂Καὶ ἀπηγγέλη⸃ αὐτῷ,*⸋λεγόντων,⸌ Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν*⸉σε θέλοντες.⸊Verse 21Ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες*⸋αὐτόν.⸌Verse 22*⸂Καὶ ἐγένετο⸃ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν.Verse 23Πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον.Verse 24*⸂Προσελθόντες δὲ⸃ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ*⸂2ἐγερθεὶς⸃ ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.Verse 25Εἶπεν δὲ αὐτοῖς, Ποῦ*⸋ἐστιν⸌ ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;Verse 26Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν*⸂Γαδαρηνῶν,⸃ ἥτις ἐστὶν ἀντιπέραν τῆς Γαλιλαίας.Verse 27Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν*⸋αὐτῷ⸌ ἀνήρ τις ἐκ τῆς πόλεως,*⸂ὃς εἶχεν⸃ δαιμόνια*⸂2ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο,⸃ καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾽ ἐν τοῖς μνήμασιν.Verse 28Ἰδὼν δὲ τὸν Ἰησοῦν,*⸋καὶ⸌ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπεν, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς.Verse 29*⸂Παρήγγειλεν⸃ γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο*⸂2ὑπὸ⸃ τοῦ*⸂3δαίμονος⸃ εἰς τὰς ἐρήμους.Verse 30Ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς,*⸋λέγων,⸌ Τί σοι*⸉ἐστὶν ὄνομα;⸊ Ὁ δὲ εἶπεν, Λεγεών· ὅτι*⸉2δαιμόνια πολλὰ εἰσῆλθεν⸊ εἰς αὐτόν.Verse 31Καὶ*⸂παρεκάλει⸃ αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.Verse 32Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν*⸂βοσκομένων⸃ ἐν τῷ ὄρει· καὶ*⸂2παρεκάλουν⸃ αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς.Verse 33Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου*⸂εἰσῆλθον⸃ εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.Verse 34Ἰδόντες δὲ οἱ βόσκοντες τὸ*⸂γεγενημένον⸃ ἔφυγον, καὶ*⸆ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.Verse 35Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια*⸂ἐξεληλύθει,⸃ ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν.Verse 36Ἀπήγγειλαν δὲ αὐτοῖς*⸋καὶ⸌ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.Verse 37Καὶ*⸂ἠρώτησαν⸃ αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς*⸋τὸ⸌ πλοῖον ὑπέστρεψεν.Verse 38Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσεν δὲ αὐτὸν*⸋ὁ Ἰησοῦς⸌ λέγων,Verse 39Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα*⸉ἐποίησέν σοι⸊ ὁ θεός. Καὶ ἀπῆλθεν, καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.Verse 40*⸂Ἐγένετο δὲ ἐν⸃ τῷ*⸂2ὑποστρέψαι⸃ τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.Verse 41Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ*⸂αὐτὸς⸃ ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας*⸋τοῦ⸌ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ·Verse 42ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ*⸂αὕτη⸃ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.Verse 43Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις*⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν*⸂2ὑπ᾽⸃ οὐδενὸς θεραπευθῆναι,Verse 44προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.Verse 45Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος*⸂καὶ οἱ μετ᾽ αὐτοῦ,⸃ Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν,*⸋καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου;⸌Verse 46Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν*⸂ἐξελθοῦσαν⸃ ἀπ᾽ ἐμοῦ.Verse 47Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν*⸋αὐτῷ⸌ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.Verse 48Ὁ δὲ εἶπεν αὐτῇ,*⸋Θάρσει,⸌*⸂θύγατερ,⸃ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.Verse 49Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων*⸋αὐτῷ⸌ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου·*⸂μὴ⸃ σκύλλε τὸν διδάσκαλον.Verse 50Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ,*⸋λέγων,⸌ Μὴ φοβοῦ. Μόνον*⸂πίστευε,⸃ καὶ σωθήσεται.Verse 51*⸂Ἐλθὼν⸃ δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν*⸂2οὐδένα,⸃*⸆ εἰ μὴ Πέτρον καὶ*⸉Ἰωάννην καὶ Ἰάκωβον,⸊ καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.Verse 52Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπεν, Μὴ κλαίετε·*⸂οὐκ⸃ ἀπέθανεν, ἀλλὰ καθεύδει.Verse 53Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.Verse 54Αὐτὸς δὲ*⸋ἐκβαλὼν ἔξω πάντας, καὶ⸌ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησεν λέγων, Ἡ παῖς, ἐγείρου.Verse 55Καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.Verse 56Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?