Tools
Commentary

Luke 6 — SRG

See Hebrew/Greek in BSB →

6Verse 1Ἐγένετο δὲ ἐν σαββάτῳ*⸋δευτεροπρώτῳ⸌ διαπορεύεσθαι αὐτὸν διὰ*⸋2τῶν⸌ σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ*⸉τοὺς στάχυας, καὶ ἤσθιον,⸊ ψώχοντες ταῖς χερσίν.Verse 2Τινὲς δὲ τῶν Φαρισαίων εἶπον*⸋αὐτοῖς,⸌ Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν*⸋2ποιεῖν ἐν⸌ τοῖς σάββασιν;Verse 3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυίδ,*⸂ὁπότε⸃ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ*⸋ὄντες;⸌Verse 4*⸋Ὡς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως*⸂ἔλαβεν, καὶ⸃ ἔφαγεν, καὶ ἔδωκεν*⸋2καὶ⸌ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;Verse 5Καὶ ἔλεγεν αὐτοῖς*⸋ὅτι⸌*⸂Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.⸃Verse 6Ἐγένετο δὲ*⸋καὶ⸌ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν*⸉ἐκεῖ ἄνθρωπος,⸊ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.Verse 7*⸂Παρετήρουν⸃ δὲ*⸆ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ*⸋ἐν⸌ τῷ σαββάτῳ*⸂2θεραπεύσει·⸃ ἵνα εὕρωσιν*⸂3κατηγορίαν⸃ αὐτοῦ.Verse 8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν,*⸂καὶ εἶπεν⸃ τῷ*⸂2ἀνθρώπῳ⸃ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα,*⸂3Ἔγειραι,⸃ καὶ στῆθι εἰς τὸ μέσον.*⸂4Ὁ δὲ⸃ ἀναστὰς ἔστη.Verse 9Εἶπεν*⸂οὖν⸃ ὁ Ἰησοῦς πρὸς αὐτούς,*⸂2Ἐπερωτήσω⸃ ὑμᾶς*⸂3τί,⸃ Ἔξεστιν*⸂4τοῖς σάββασιν,⸃ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ*⸂5ἀποκτεῖναι;⸃Verse 10Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν*⸂αὐτῷ,⸃ Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησεν*⸆ καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ*⸂2ὑγιὴς ὡς ἡ ἄλλη.⸃Verse 11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.Verse 12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις*⸂ἐξῆλθεν⸃ εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.Verse 13Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν,Verse 14Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ,*⸆ Ἰάκωβον καὶ Ἰωάννην,*⸆2 Φίλιππον καὶ Βαρθολομαῖον,Verse 15*⸆ Ματθαῖον καὶ Θωμᾶν,*⸆2 Ἰάκωβον*⸋τὸν⸌*⸋2τοῦ⸌ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,Verse 16*⸆ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς*⸋καὶ⸌ ἐγένετο προδότης,Verse 17Καὶ καταβὰς μετ᾽ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος*⸆ μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν·Verse 18καὶ οἱ*⸂ὀχλούμενοι ὑπὸ⸃ πνευμάτων ἀκαθάρτων,*⸋καὶ⸌ ἐθεραπεύοντο.Verse 19Καὶ πᾶς ὁ ὄχλος*⸂ἐζήτει⸃ ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.Verse 20Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.Verse 21Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.Verse 22Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.Verse 23*⸂Χάρητε⸃ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ*⸂2ταῦτα⸃ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.Verse 24Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.Verse 25*⸂Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι,*⸆ ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.Verse 26Οὐαὶ⸃ ὅταν*⸉καλῶς ὑμᾶς εἴπωσιν⸊*⸆ οἱ ἄνθρωποι· κατὰ*⸂ταῦτα⸃ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.Verse 27Ἀλλ᾽ ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,Verse 28εὐλογεῖτε τοὺς καταρωμένους*⸂ὑμῖν,⸃*⸆ προσεύχεσθε*⸂2ὑπὲρ⸃ τῶν ἐπηρεαζόντων ὑμᾶς.Verse 29Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.Verse 30Παντὶ*⸋δὲ⸌*⸋2τῷ⸌ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.Verse 31Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι,*⸋καὶ ὑμεῖς⸌ ποιεῖτε αὐτοῖς ὁμοίως.Verse 32Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.Verse 33Καὶ*⸆ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ*⸋γὰρ⸌ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.Verse 34Καὶ ἐὰν*⸂δανείζητε⸃ παρ᾽ ὧν ἐλπίζετε*⸂2ἀπολαβεῖν,⸃ ποία ὑμῖν χάρις ἐστίν; Καὶ*⸋γὰρ⸌*⸆ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα.Verse 35Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ*⸆ ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.Verse 36Γίνεσθε*⸋οὖν⸌ οἰκτίρμονες, καθὼς*⸋2καὶ⸌ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.Verse 37*⸂Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε,⸃ καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε·Verse 38δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν,*⸂πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον⸃ δώσουσιν εἰς τὸν κόλπον ὑμῶν.*⸂2Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ⸃ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.Verse 39Εἶπεν δὲ*⸆ παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον*⸂πεσοῦνται;⸃Verse 40Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον*⸋αὐτοῦ·⸌ κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.Verse 41Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;Verse 42*⸋Ἢ⸌ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις*⸉ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.⸊Verse 43Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ*⸆ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.Verse 44Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου*⸉τρυγῶσιν σταφυλήν.⸊Verse 45Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας*⸋αὐτοῦ⸌ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς*⸋2ἄνθρωπος⸌ ἐκ τοῦ πονηροῦ*⸋3θησαυροῦ τῆς καρδίας αὐτοῦ⸌ προφέρει τὸ πονηρόν· ἐκ γὰρ*⸋4τοῦ⸌ περισσεύματος*⸋5τῆς⸌ καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.Verse 46Τί δέ με καλεῖτε, Κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;Verse 47Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·Verse 48ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν, καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης, προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν·*⸂τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.⸃Verse 49Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι*⸆ οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ*⸂εὐθέως⸃*⸂2ἔπεσεν,⸃ καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?