Tools
Commentary

Luke 5 — SRG

See Hebrew/Greek in BSB →

5Verse 1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ**⸋τοῦ⸌ ἀκούειν τὸν λόγον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς*⸂παρὰ⸃ τὴν λίμνην Γεννησαρέτ·Verse 2καὶ εἶδεν*⸂δύο πλοῖα⸃ ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς*⸉ἀποβάντες ἀπ᾽ αὐτῶν⸊*⸂2ἀπέπλυναν⸃ τὰ δίκτυα.Verse 3Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν*⸋τοῦ⸌ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον.*⸂Καὶ καθίσας⸃*⸉ἐδίδασκεν ἐκ τοῦ πλοίου⸊ τοὺς ὄχλους.Verse 4Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.Verse 5Καὶ ἀποκριθεὶς*⸋ὁ⸌ Σίμων εἶπεν*⸋2αὐτῷ,⸌ Ἐπιστάτα, δι᾽ ὅλης*⸋3τῆς⸌ νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω*⸂τὸ δίκτυον.⸃Verse 6Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν*⸉πλῆθος ἰχθύων⸊ πολύ· διερρήγνυτο δὲ*⸂τὸ δίκτυον⸃ αὐτῶν·Verse 7καὶ κατένευσαν τοῖς μετόχοις*⸋τοῖς⸌ ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.Verse 8Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν*⸆ Ἰησοῦ, λέγων, Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε.Verse 9Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων*⸂ᾗ⸃ συνέλαβον·Verse 10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα*⸋ὁ⸌ Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.Verse 11Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες*⸂ἅπαντα,⸃ ἠκολούθησαν αὐτῷ.Verse 12Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας·*⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.Verse 13Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ,*⸂εἰπών,⸃ Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.Verse 14Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ*⸂προσένεγκε⸃ περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς.Verse 15Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι*⸋ὑπ᾽ αὐτοῦ⸌ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν.Verse 16Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.Verse 17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι*⸂αὐτούς.⸃Verse 18Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι*⸆ ἐνώπιον αὐτοῦ·Verse 19καὶ μὴ εὑρόντες*⸂ποίας⸃ εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.Verse 20Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν*⸋αὐτῷ,⸌ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.Verse 21Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται*⸉ἀφιέναι ἁμαρτίας,⸊ εἰ μὴ μόνος ὁ θεός;Verse 22Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;Verse 23Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν,*⸂Ἔγειραι⸃ καὶ περιπάτει;Verse 24Ἵνα δὲ εἰδῆτε ὅτι*⸉ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου⸊ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—εἶπεν τῷ παραλελυμένῳ—Σοὶ λέγω,*⸂ἔγειραι,⸃ καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου.Verse 25Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽*⸂ὃ⸃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν θεόν.Verse 26Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.Verse 27Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι.Verse 28Καὶ καταλιπὼν*⸂ἅπαντα,⸃ ἀναστὰς*⸂2ἠκολούθησεν⸃ αὐτῷ.Verse 29Καὶ ἐποίησεν δοχὴν μεγάλην*⸆ Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος*⸉τελωνῶν πολύς,⸊ καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.Verse 30Καὶ ἐγόγγυζον*⸉οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι⸊ πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰ*⸋τῶν⸌ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;Verse 31Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.Verse 32Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.Verse 33Οἱ δὲ εἶπον πρὸς αὐτόν,*⸂Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;⸃Verse 34*⸂Ὁ δὲ⸃ εἶπεν πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, ποιῆσαι*⸂2νηστεύειν;⸃Verse 35Ἐλεύσονται δὲ ἡμέραι,*⸋καὶ⸌ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.Verse 36Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα*⸆ ἱματίου καινοῦ*⸆2 ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν*⸂σχίζει,⸃ καὶ τῷ παλαιῷ οὐ*⸂2συμφωνεῖ⸃*⸆3 τὸ ἀπὸ τοῦ καινοῦ.Verse 37Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει*⸂ὁ νέος οἶνος⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται.Verse 38Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον,*⸋καὶ ἀμφότεροι συντηροῦνται.⸌Verse 39*⸋Καὶ⸌ οὐδεὶς πιὼν παλαιὸν*⸋2εὐθέως⸌ θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς*⸂χρηστότερός⸃ ἐστιν.
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?