Tools
Commentary

Luke 4 — SRG

See Hebrew/Greek in BSB →

4Verse 1Ἰησοῦς δὲ*⸉πνεύματος ἁγίου πλήρης⸊ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι*⸂εἰς τὴν ἔρημον,⸃Verse 2ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν,*⸋ὕστερον⸌ ἐπείνασεν.Verse 3*⸂Καὶ εἶπεν⸃ αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.Verse 4Καὶ ἀπεκρίθη*⸂Ἰησοῦς πρὸς αὐτόν,⸃*⸋λέγων,⸌ Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται*⸆ ἄνθρωπος,*⸋2ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι θεοῦ.⸌Verse 5Καὶ ἀναγαγὼν αὐτὸν*⸋ὁ διάβολος⸌*⸋2εἰς ὄρος ὑψηλὸν⸌ ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.Verse 6Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν· ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ*⸂ἐὰν⸃ θέλω δίδωμι αὐτήν.Verse 7Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον*⸂ἐμοῦ,⸃ ἔσται*⸂2σοῦ⸃*⸂3πᾶσα.⸃Verse 8Καὶ ἀποκριθεὶς*⸉αὐτῷ εἶπεν ὁ Ἰησοῦς,⸊*⸋Ὕπαγε ὀπίσω μου, Σατανᾶ·⸌ γέγραπται,**⸉2Προσκυνήσεις κύριον τὸν θεόν σου,⸊ καὶ αὐτῷ μόνῳ λατρεύσεις.Verse 9*⸂Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἔστησεν αὐτὸν⸃ ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ*⸆ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·Verse 10γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε·Verse 11καί,*⸆ Ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.Verse 12Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.Verse 13Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.Verse 14Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.Verse 15Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.Verse 16Καὶ ἦλθεν εἰς*⸋τὴν⸌ Ναζαρέτ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθεν, κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.Verse 17Καὶ ἐπεδόθη αὐτῷ βιβλίον*⸉Ἠσαΐου τοῦ προφήτου.⸊ Καὶ*⸂ἀναπτύξας⸃ τὸ βιβλίον, εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον,Verse 18Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με*⸂εὐαγγελίσασθαι⸃ πτωχοῖς· ἀπέσταλκέν με*⸋ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν·⸌ κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,Verse 19κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.Verse 20Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισεν· καὶ πάντων*⸉ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ⸊ ἦσαν ἀτενίζοντες αὐτῷ.Verse 21Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.Verse 22Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον,*⸂Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;⸃Verse 23Καὶ εἶπεν πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα*⸂ἐν τῇ Καπερναούμ,⸃ ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.Verse 24Εἶπεν δέ, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.Verse 25Ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς*⸋ἐπὶ⸌ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·Verse 26καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδῶνος πρὸς γυναῖκα χήραν.Verse 27Καὶ πολλοὶ λεπροὶ ἦσαν*⸉ἐπὶ Ἐλισσαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ·⸊ καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Νεεμὰν ὁ Σύρος.Verse 28Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, ἀκούοντες ταῦτα,Verse 29καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως*⸆ ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις*⸉αὐτῶν ᾠκοδόμητο,⸊*⸂εἰς τὸ⸃ κατακρημνίσαι αὐτόν.Verse 30Αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.Verse 31Καὶ κατῆλθεν εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν.Verse 32Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.Verse 33Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ,Verse 34*⸋λέγων,⸌ Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.Verse 35Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε*⸂ἐξ⸃ αὐτοῦ. Καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς*⸆ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.Verse 36Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους, λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;Verse 37Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.Verse 38Ἀναστὰς δὲ*⸂ἐκ⸃ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος·*⸆ πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ· καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.Verse 39Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.Verse 40Δύνοντος δὲ τοῦ ἡλίου,*⸂πάντες⸃ ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας*⸂2ἐπιθεὶς ἐθεράπευσεν⸃ αὐτούς.Verse 41Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν,*⸂κράζοντα⸃ καὶ λέγοντα ὅτι Σὺ εἶ*⸂2ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.⸃ Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.Verse 42Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι*⸂ἐπεζήτουν⸃ αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν.Verse 43Ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ· ὅτι*⸂εἰς⸃ τοῦτο*⸂2ἀπέσταλμαι.⸃Verse 44Καὶ ἦν κηρύσσων*⸂ἐν ταῖς συναγωγαῖς⸃ τῆς*⸂2Γαλιλαίας.⸃
SRG · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?