Luke 3 — SRG
3Verse 1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος,Verse 2ἐπὶ*⸂ἀρχιερέως⸃ Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν*⸆ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.Verse 3Καὶ ἦλθεν εἰς πᾶσαν*⸋τὴν⸌ περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν·Verse 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου,*⸋λέγοντος,⸌ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.Verse 5Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς*⸂εὐθεῖαν,⸃ καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·Verse 6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.Verse 7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;Verse 8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.Verse 9Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.Verse 10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν*⸂ποιήσομεν;⸃Verse 11Ἀποκριθεὶς δὲ*⸂λέγει⸃ αὐτοῖς, Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.Verse 12Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι,*⸆ καὶ εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τί*⸂ποιήσομεν;⸃Verse 13Ὁ δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.Verse 14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι, λέγοντες,*⸂Καὶ ἡμεῖς τί ποιήσομεν;⸃ Καὶ εἶπεν*⸂2πρὸς αὐτούς,⸃ Μηδένα διασείσητε, μηδὲ συκοφαντήσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.Verse 15Προσδοκῶντος δὲ τοῦ λαοῦ, καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός,Verse 16ἀπεκρίνατο*⸂ὁ Ἰωάννης, ἅπασιν λέγων,⸃ Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·Verse 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ,*⸂καὶ διακαθαριεῖ⸃ τὴν ἅλωνα αὐτοῦ, καὶ*⸂2συνάξει⸃ τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.Verse 18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο*⸂τὸν λαόν·⸃Verse 19ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς*⸆ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,Verse 20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν,*⸋καὶ⸌ κατέκλεισεν τὸν Ἰωάννην ἐν*⸋2τῇ⸌ φυλακῇ.Verse 21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν,Verse 22καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει*⸂ὡσεὶ⸃ περιστερὰν ἐπ᾽ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι,*⸋λέγουσαν,⸌ Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.Verse 23Καὶ αὐτὸς ἦν*⸋ὁ⸌ Ἰησοῦς*⸉ὡσεὶ ἐτῶν τριάκοντα ἀρχόμενος,⸊ ὢν—*⸉2ὡς ἐνομίζετο—υἱὸς⸊ Ἰωσήφ, τοῦ Ἡλί,Verse 24τοῦ Ματθάτ, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰαννά, τοῦ Ἰωσήφ,Verse 25τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλί, τοῦ Ναγγαί,Verse 26τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ, τοῦ Ἰωσήφ, τοῦ Ἰούδα,Verse 27τοῦ Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί,Verse 28τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, τοῦ Ἤρ,Verse 29τοῦ Ἰωσή, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ,Verse 30τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάν, τοῦ Ἐλιακείμ,Verse 31τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθά, τοῦ Ναθάν, τοῦ Δαυίδ,Verse 32τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών,Verse 33τοῦ*⸂Ἀμιναδάβ, τοῦ Ἀράμ,⸃ τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα,Verse 34τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ,Verse 35τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά,Verse 36τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ,Verse 37τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν,Verse 38τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ.