1 Peter 4 — SRG
4Verse 1Χριστοῦ οὖν*⸂παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε· ὅτι ὁ παθὼν ἐν σαρκί,⸃ πέπαυται*⸂2ἁμαρτίας·⸃Verse 2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι*⸆ θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.Verse 3Ἀρκετὸς γὰρ*⸂ἡμῖν⸃ ὁ παρεληλυθὼς χρόνος*⸋τοῦ βίου⸌ τὸ*⸂2θέλημα⸃ τῶν ἐθνῶν*⸂3κατεργάσασθαι,⸃ πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρείαις·Verse 4ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·Verse 5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως*⸂ἔχοντι κρῖναι⸃ ζῶντας καὶ νεκρούς.Verse 6Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι.Verse 7Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς*⸋τὰς⸌ προσευχάς·Verse 8πρὸ πάντων*⸋δὲ⸌ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι*⸆ ἀγάπη*⸂καλύψει⸃ πλῆθος ἁμαρτιῶν·Verse 9φιλόξενοι εἰς ἀλλήλους ἄνευ*⸂γογγυσμῶν·⸃Verse 10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·Verse 11εἴ τις λαλεῖ,*⸂ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ ὁ θεός·⸃ ἵνα ἐν πᾶσιν δοξάζηται*⸋ὁ⸌ θεὸς διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἐστὶν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας*⸋2τῶν αἰώνων.⸌ Ἀμήν.Verse 12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος·Verse 13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ χριστοῦ παθήμασιν, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.Verse 14Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι χριστοῦ, μακάριοι· ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς*⸂ἀναπαύεται·⸃*⸋κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.⸌Verse 15Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεύς, ἢ κλέπτης, ἢ κακοποιός, ἢ ὡς ἀλλοτριοεπίσκοπος·Verse 16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ*⸂μέρει⸃ τούτῳ.Verse 17Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;Verse 18Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ*⸆ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;Verse 19Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ,*⸋ὡς⸌ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς*⸂αὐτῶν⸃ ἐν ἀγαθοποιΐᾳ.