1 Peter 5 — SRG
5Verse 1Πρεσβυτέρους*⸆*⸋τοὺς⸌ ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·Verse 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ,*⸋ἐπισκοποῦντες⸌ μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως·*⸆ μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως·Verse 3μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.Verse 4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.Verse 5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις*⸋ὑποτασσόμενοι,⸌ τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.Verse 6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,Verse 7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει*⸂περὶ⸃ ὑμῶν.Verse 8Νήψατε, γρηγορήσατε·*⸆ ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος,*⸂περιπατεῖ⸃ ζητῶν*⸂2τίνα καταπίῃ·⸃Verse 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν*⸆ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.Verse 10Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας*⸂ὑμᾶς⸃ εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν*⸂2χριστῷ Ἰησοῦ,⸃ ὀλίγον παθόντας αὐτὸς*⸂3καταρτίσαι ὑμᾶς· στηρίξει, σθενώσει, θεμελιώσει.⸃Verse 11Αὐτῷ*⸋ἡ δόξα καὶ⸌ τὸ κράτος εἰς τοὺς αἰῶνας*⸋2τῶν αἰώνων.⸌ Ἀμήν.Verse 12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν*⸂ἑστήκατε.⸃Verse 13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου.Verse 14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν*⸂χριστῷ Ἰησοῦ.⸃*⸋Ἀμήν.⸌