1 Peter 3 — SRG
3Verse 1Ὁμοίως,*⸋αἱ⸌ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα,*⸋2καὶ⸌ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,Verse 2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.Verse 3Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος·Verse 4ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ*⸉πρᾳέος καὶ ἡσυχίου⸊ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.Verse 5Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι*⸂ἐπὶ⸃*⸆ θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν·Verse 6ὡς Σάρρα*⸂ὑπήκουσεν⸃ τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.Verse 7Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ*⸂συγκληρονόμοι⸃ χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.Verse 8Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι,*⸂φιλόφρονες·⸃Verse 9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες,*⸋εἰδότες⸌ ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.Verse 10Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν, καὶ*⸉ἰδεῖν ἡμέρας⸊ ἀγαθάς, παυσάτω*⸂τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ⸃ τοῦ μὴ λαλῆσαι δόλον·Verse 11ἐκκλινάτω*⸆ ἀπὸ κακοῦ, καὶ*⸂ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην,⸃ καὶ διωξάτω αὐτήν.Verse 12Ὅτι*⸂ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ⸃ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.Verse 13Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ*⸂μιμηταὶ⸃ γένησθε;Verse 14Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε·Verse 15*⸂κύριον δὲ τὸν θεὸν⸃ ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι*⸋δὲ⸌ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,*⸆ μετὰ πρᾳΰτητος καὶ φόβου·Verse 16συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ*⸂καταλαλοῦσιν ὑμῶν⸃*⸋ὡς κακοποιῶν,⸌ καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν*⸂2τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν.⸃Verse 17Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ*⸂θέλοι⸃ τὸ θέλημα τοῦ θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας.Verse 18Ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν*⸂ἔπαθεν,⸃ δίκαιος ὑπὲρ ἀδίκων, ἵνα*⸂2ὑμᾶς⸃ προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς*⸂3μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι,⸃Verse 19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,Verse 20ἀπειθήσασίν ποτε, ὅτε*⸂ἀπεξεδέχετο⸃ ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν*⸂2ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί,⸃ διεσώθησαν δι᾽ ὕδατος·Verse 21ὃ*⸂ἀντίτυπον νῦν καὶ ἡμᾶς⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ χριστοῦ,Verse 22ὅς ἐστιν ἐν δεξιᾷ*⸋τοῦ⸌ θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.