Sirach 9 — BRE

9Verse 1Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν.Verse 2Μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου.Verse 3Μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς.Verse 4Μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς.Verse 5Παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς.Verse 6Μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου.Verse 7Μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ.Verse 8Ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται.Verse 9Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον, καὶ μὴ συμβολοκοπήσῃς μετʼ αὐτῆς ἐν οἴνῳ, μήποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπʼ αὐτὴν, καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν.Verse 10Μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔφισος αὐτῷ· οἶνος νέος, φίλος νέος, ἐὰν παλαιωθῇ, μετʼ εὐφροσύνης πίεσαι αὐτόν.Verse 11Μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ, οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ.Verse 12Μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν, μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσι.Verse 13Μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσιαν τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· κᾂν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς.Verse 14Κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον, καὶ μετὰ σοφῶν συμβουλεύου.Verse 15Καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου, καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ὑψίστου.Verse 16Ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου.Verse 17Ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ.Verse 18Φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?