Sirach 10 — BRE

10Verse 1Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.Verse 2Κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν.Verse 3Βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.Verse 4Ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπʼ αὐτῆς.Verse 5Ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρὸς, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.Verse 6Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον, καὶ μὴ πράσσε μηδὲν ἐν ἔργοις ὕβρεως.Verse 7Μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα.Verse 8Βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται, διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.Verse 9Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔῤῥιψα τὰ ἐνδόσθια αὐτοῦ.Verse 10Μακρὸν ἀῤῥώστημα σκώπτει ἰατρὸς, καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.Verse 11Ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον, κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας.Verse 12Ἀρχὴ ὑπερηφανίας, ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.Verse 13Ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα· διὰ τοῦτο παρεδόξασε Κύριος τὰς ἐπαγωγὰς, καὶ κατέστρεψεν εἰς τέλος αὐτούς.Verse 14Θρόνους ἀρχόντων καθεῖλεν ὁ Κύριος, καὶ ἐκάθισε πρᾳεῖς ἀντʼ αὐτῶν.Verse 15Ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ Κύριος, καὶ ἐφύτευσε ταπεινοὺς ἀντʼ αὐτῶν.Verse 16χώρας ἐθνῶν κατέστρεψεν ὁ Κύριος, καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς.Verse 17Ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς, καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.Verse 18Οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.Verse 19Σπέρμα ἔντιμον ποίον; σπέρμα ἀνθρώπου· σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν Κύριον· σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου· σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς.Verse 20Ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.Verse 22Πλούσιος καὶ ἔνδοξος καὶ πτωχὸς, τὸ καύχημα αὐτῶν φόβος Κυρίου.Verse 23Οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετὸν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν.Verse 24Μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν Κύριον.Verse 25Οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσι, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.Verse 26Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου, καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.Verse 27Κρείσσων ἐργαζόμενος ἐν πᾶσιν, ἢ περιπατῶν, ἢ δοξαζόμενος καὶ ἀπορῶν ἄρτων.Verse 28Τέκνον, ἐν πρᾳΰτητι δόξασον τὴν ψυχήν σου, καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς.Verse 29Τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;Verse 30Πτωχὸς δοξάζεται διʼ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.Verse 31Ὁ δὲ δοξαζόμενος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, καὶ ἐν πτωχείᾳ ποσαχῶς;
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?