Sirach 8 — BRE

8Verse 1Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.Verse 2Μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλους γὰρ ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίας βασιλέων ἐξέκλινε.Verse 3Μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.Verse 4Μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.Verse 5Μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.Verse 6Μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρει αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι.Verse 7Μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ, μνήσθητι ὅτι πάντες τελευτῶμεν.Verse 8Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου, ὅτι παρʼ αὐτῶν μαθήσῃ παιδείαν, καὶ λειτουργῆσαι μεγιστᾶσι.Verse 9Μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρʼ αὐτῶν μαθήσῃ σύνεσιν, καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.Verse 10Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.Verse 11Μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.Verse 12Μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου, καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου·Verse 13Μὴ ἐγγυήσῃ ὑπὲρ δυναμίν σου, καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε.Verse 14Μὴ δικάζου μετὰ κριτοῦ, κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.Verse 15Μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.Verse 16Μετὰ θυμώδους μὴ ποιήσῃς μάχην, καὶ μὴ διαπορεύου μετʼ αὐτοῦ τὴν ἔρημον, ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια, καταβαλεῖ σε.Verse 17Μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι.Verse 18Ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτὸν, οὐ γὰρ γινώσκεις τί τέξεται.Verse 19Παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?