Sirach 7 — BRE
7Verse 1Μὴ ποίει κακὰ, καὶ οὐ μὴ σε καταλάβῃ κακόν.Verse 2Ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.Verse 3Υἱὲ μὴ σπεῖρε ἐπʼ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως.Verse 4Μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.Verse 5Μὴ δικαιοῦ ἔναντι Κυρίου, καὶ παρὰ βασιλεῖ μὴ σοφίζου·Verse 6μὴ ζήτει γενέσθαι κριτὴς, μὴ οὐκ ἐξισχύσεις ἐξάραι ἀδικίας. μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.Verse 7Μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.Verse 8Μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῶος ἔσῃ.Verse 9Μὴ εἴπῃς, τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ὑψίστῳ προσδέξεται.Verse 10Μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου, καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.Verse 11Μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.Verse 12Μὴ ἀροτρία ψεῦδος ἐπʼ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει.Verse 13Μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.Verse 14Μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων, καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.Verse 15Μὴ μισήσῃς ἐπίπονον ἐργασίαν, καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην.Verse 16Μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν·Verse 17Ταπείνωσον σφόδρα τὴν ψυχήν σου.Verse 17Μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ,Verse 17ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.Verse 18Μὴ ἀλλάξῃς φίλον ἕνεκεν ἀδιαφόρου, μήδʼ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ.Verse 19Μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, καὶ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.Verse 20Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ.Verse 21Οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχὴ, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.Verse 22Κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι.Verse 23Τέκνα σοί ἐστι, παίδευσον αὐτὰ, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.Verse 24Θυγατέρες σοί εἰσι; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.Verse 25Ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.Verse 26Γυνή σοι ἐστὶ κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν.Verse 27Ἐν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ.Verse 28Μνήσθητι ὅτι διʼ αὐτῶν ἐγενήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί;Verse 29Ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε.Verse 30Ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.Verse 31Φοβοῦ τὸν Κύριον, καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν, καὶ περὶ πλημμελείας, καὶ δόσιν βραχιόνων, καὶ θυσίαν ἁγιασμοῦ, καὶ ἀπαρχὴν ἁγίων.Verse 32Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου.Verse 33Χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.Verse 34Μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον.Verse 35Μὴ ὄκνει ἐπισκέπτεσθαι ἄῤῥωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.Verse 36Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.