Sirach 6 — BRE

6Verse 2Καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.Verse 2Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου.Verse 3Τὰ φύλλα σου καταφάγεσαι, καὶ τοὺς καρπούς σου ἀπολέσεις, καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.Verse 4Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν, καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.Verse 5Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.Verse 6Οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοὶ, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.Verse 7Εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.Verse 8Ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.Verse 9Καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν, καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει.Verse 10Καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου.Verse 11Καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παῤῥησιάσεται.Verse 12Ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.Verse 13Ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.Verse 14Φίλος πιστὸς σκέπη κραταιὰ, ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θησαυρόν.Verse 15Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ.Verse 16Φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν.Verse 17Ὁ φοβούμενος Κύριον εὐθύνει φιλίαν αὐτοῦ, ὅτι κατʼ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.Verse 18Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν.Verse 19Ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ, καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι γεννημάτων αὐτῆς.Verse 20Ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος.Verse 21Ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπʼ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀποῤῥίψαι αὐτήν.Verse 22Σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά.Verse 23Ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου.Verse 24Καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, καὶ εἰς τὸν κλοίον αὐτῆς τὸν τράχηλόν σου.Verse 25Ὑπόθες τὸν ὦμόν σοῦ, καὶ βάσταξον αὐτὴν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς.Verse 26Ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.Verse 27Ἐξίχνεύσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν.Verse 28Ἐπʼ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην.Verse 29Καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.Verse 30Κόσμος γὰρ χρύσεός ἐστιν ἐπʼ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον.Verse 31Στολὴν δόξης ἐνδύσῃ αὐτὴν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.Verse 32Ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ.Verse 33Ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ.Verse 34Ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ, τίς σοφός; αὐτῷ προσκολλήθητι.Verse 35Πᾶσαν διήγησιν θείαν θέλε ἀκούειν, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.Verse 36Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.Verse 37Διανοοῦ ἐν τοῖς προστάγμασιν Κυρίου, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διαπαντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?