Sirach 5 — BRE

5Verse 1Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασί σου, καὶ μὴ εἴπῃς, αὐτάρκη μοι ἐστί.Verse 2Μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύϊ σου, τοῦ πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου.Verse 3Καὶ μὴ εἴπῃς, τίς με δυναστεύσει; ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει σε.Verse 4Μὴ εἶπῃς, ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ Κυριός ἐστι μακρόθυμος.Verse 5Περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.Verse 6Καὶ μὴ εἴπῃς, ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.Verse 7Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.Verse 8Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις, οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς.Verse 9Μὴ λίκμα ἐν παντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.Verse 10Ἴσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος.Verse 11Γίνου ταχὺς ἐν ἀκροάσει σου, καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.Verse 12Εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μὴ, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου.Verse 13Δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.Verse 14Μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε· ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.Verse 15Ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?