Sirach 4 — BRE

4Verse 1Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς, καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.Verse 2ψυχὴν πεινῶσαν μὴ λυπήσῃς, καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.Verse 3Καρδίαν παροργισμένην μὴ προσταράξῃς, καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.Verse 4Ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.Verse 5Ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν, καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε.Verse 6Καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν.Verse 7Προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει, καὶ μεγιστᾶνι ταπεινοῦ τὴν κεφαλήν σου.Verse 8Κλῖνον πτωχῷ τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳΰτητι.Verse 9Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.Verse 10Γίνου ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἡ μήτηρ σου.Verse 11Ἡ σοφία υἱοὺς ἑαυτῇ ἀνύψωσε, καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν·Verse 12ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωὴν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης.Verse 13Ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται εὐλογήσει Κύριος.Verse 14Οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν Ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ Κύριος.Verse 15Ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσελθὼν αὐτῇ κατασκηνώσει πεποιθώς.Verse 16Ἐὰν ἐμπιστεύσῃς, κατακληρονομήσεις αὐτὴν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ.Verse 17Ὅτι διεστραμμένως πορεύεται μετʼ αὐτοῦ ἐν πρώτοις· φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπʼ αὐτὸν, καὶ βασανίσει αὐτὸν ἐν παιδιᾷ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ, καὶ πειράσῃ αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς.Verse 18Καὶ πάλιν ἐπανήξει κατʼ εὐθεῖαν πρὸς αὐτὸν, καὶ εὐφρανεῖ αὐτὸν, καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.Verse 19Ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν, καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.Verse 20Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ, καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς.Verse 21Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.Verse 22Μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.Verse 23Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας,Verse 24ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία, καὶ παιδεία ἐν ῥήματι γλώσσης.Verse 25Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ, καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι.Verse 26Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφʼ ἁμαρτίαις σου, καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.Verse 27Καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ, καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.Verse 28Ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ.Verse 29Μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου, καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.Verse 30Μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου, καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου.Verse 31Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?