Sirach 48 — BRE
48Verse 1Καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·Verse 2ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμὸν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς.Verse 3Ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανὸν, κατήγαγεν οὕτως τρὶς πῦρ.Verse 4Ὡς ἐδοξάσθης Ἠλία ἐν τοῖς θαυμασίοις σου; καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;Verse 5Ὁ ἐγείρας νεκρὸν ἐκ θυνάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου·Verse 6ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν, καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·Verse 7ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν, καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·Verse 8ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, καὶ προφήτας διαδόχους μετʼ αὐτόν·Verse 9ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων·Verse 10ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς, κοπάσαι ὀργὴν πρὸ θυμοῦ, καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καταστῆσαι φυλὰς Ἰακώβ.Verse 11Μακάριοι οἱ ἰδόντες σε, καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι· καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.Verse 12Ἠλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη· καὶ Ἐλισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.Verse 13Πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτὸν, καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ.Verse 14Καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα. καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.Verse 15Ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν, καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ· καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστὸς, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ.Verse 16Τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστὸν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.Verse 17Ἐζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ· ὤρυξε σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα.Verse 18Ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ, καὶ ἀπέστειλε Ῥαψάκην, καὶ ἀπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν, καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.Verse 19Τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι.Verse 20Καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν· καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἡσαΐου.Verse 21Ἐπάταξε τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.Verse 22Ἐποίησε γὰρ Ἐζεκίας τὸ ἀρεστὸν Κυρίῳ, καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ἡσαΐας ὁ προφήτης ὁ μέγας, καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.Verse 23Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκε ζωὴν βασιλεῖ·Verse 24Πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα, καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιών.Verse 25Ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα, καὶ τὰ ἀπόκρυφα πρινὴ παραγενέσθαι αὐτά.