Sirach 47 — BRE

47Verse 1Καὶ μετὰ τοῦτο ἀνέστη Νάθαν προφητεύειν ἐν ἡμέραις Δαυίδ.Verse 2Ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ.Verse 3Ἐν λέουσιν ἔπαισεν ὡς ἐν ἐρίφοις, καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων.Verse 4Ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινε γίγαντα, καὶ ἐξῇρεν ὀνειδισμὸν ἐκ λαοῦ, ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης, καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ;Verse 5Ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον, καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ, ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ.Verse 6Οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτὸν, καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου, ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης.Verse 7Ἐξέτριψε γὰρ ἐχθροὺς κυκλόθεν, καὶ ἐξουδένωσε Φυλιστιεὶμ τοὺς ὑπεναντίους· ἕως σήμερον συνετριψεν αὐτῶν κέρας.Verse 8Ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν· ἁγίῳ ὑψίστῳ ῥήματι δόξης ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησε, καὶ ἠγάπησε τὸν ποιήσαντα αὐτόν.Verse 9Καὶ ἔστησε ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου, καὶ ἐξ ἤχου αὐτῶν γλυκαίνει μέλη.Verse 10Ἔδωκεν ἐν ἐορταῖς εὐπρέπειαν, καὶ ἐκόσμησε καιροὺς μέχρι συντελείας· ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ, καὶ ἀπὸ πρωῒ ἠχεῖν τὸ ἁγίασμα.Verse 11Κύριος ἀφεῖλε τὰς ἁμαρτίας ἀυτοῦ, καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.Verse 12Μετὰ τούτου ἀνέστη υἱὸς ἐπιστήμων, καὶ διʼ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ.Verse 13Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ Θεὸς κατέπαυσε κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπʼ ὀνόματι αὐτοῦ, καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.Verse 14Ὡς ἐσοφίσθης ἐν νεότητί σου, καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως.Verse 15Γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων.Verse 16Εἰς νήσους πόῤῥω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου.Verse 17Ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς, καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι.Verse 18Ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ τοῦ ἐπικεκλημένου Θεοῦ Ἰσραὴλ, συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον, καὶ ὡς μόλιβδον ἐπλήθυνας ἀργύριον.Verse 19Παρενέκλινας τὰς λαγόνας σου γυναιξὶ, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου.Verse 20Ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου, καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου,Verse 21γενέσθαι δίχα τυραννίδα, καὶ ἐξ Ἐφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ.Verse 22Ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μη διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ· οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ Ἰακὼβ ἔδωκε κατάλειμμα, καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ῥίζαν.Verse 23Καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέρων· καὶ κατέλιπε μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ, λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει, Ῥοβοὰμ, ὃς ἀπέστησε λαὸν ἐκ βουλῆς αὐτοῦ· καὶ Ἱεροβοὰμ υἱὸν Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, καὶ ἔδωκε τῷ Ἐφραὶμ ὁδὸν ἁμαρτίας.Verse 24Καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν.Verse 25Καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλθῃ ἐπʼ αὐτούς.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?