Sirach 49 — BRE

49Verse 1Μνημόσυνον Ἰωσίου εἰς σύνθεσιν θυμιάματος, ἐσκευασμένον ἔργῳ μυρεψοῦ, ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται, καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.Verse 2Αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ, καὶ ἐξῇρε βδελύγματα ἀνομίας.Verse 3Κατεύθυνε πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν.Verse 4Πάρεξ Δαυὶδ, καὶ Ἐζεκίου, καὶ Ἰωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον.Verse 5Ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις, καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ.Verse 6Ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος, καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ Ἱερεμίου.Verse 7Ἐκάκωσαν γὰρ αὐτὸν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.Verse 8Ἰεζεκιὴλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβίμ.Verse 9Καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ, καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.Verse 10Καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσε δὲ τὸν Ἰακὼβ, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.Verse 11Πῶς μεγαλύνωμεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός.Verse 12Οὕτως Ἰησοῦς υἱὸς Ἰωσεδέκ· οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἴκον, καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.Verse 13Καὶ Νεεμίου ἐπὶ πολὺ τὸ μνημόσυνον, τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα, καὶ στήσαντος πύλας καὶ μοχλοὺς, καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.Verse 14Οὐδὲ εἷς ἐκτίσθη οἷος Ἐνὼχ τοιοῦτος ἐπὶ τῆς γῆς, καὶ γὰρ αὐτὸς ἀνελήφθη ἀπὸ τῆς γῆς.Verse 15Οὐδὲ ὡς Ἰωσὴφ ἐγεννήθη ἀνὴρ, ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.Verse 16Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν, καὶ ὑπὲρ πᾶν ζῶον ἐν τῇ κτίσει Ἀδάμ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?