Sirach 46 — BRE
46Verse 1Κράταιος ἐν πολέμοις Ἰησοῦς Ναυῆ, καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις· ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, ἐκδικῆσαι ἐπεγειρομένους ἐχθροὺς, ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.Verse 2Ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ, καὶ τῷ ἐκκλῖναι ῥομφαίαν ἐπὶ πόλεις;Verse 3Τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν.Verse 4Οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;Verse 5Ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην, ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν· καὶ ἐπήκουσεν αὐτῶν μέγος Κύριος.Verse 6Ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· κατέῤῥαξεν ἐπʼ ἔθνος πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας· ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ, καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου.Verse 7Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννῆ, ἀντιστῆναι ἔναντι ἐχθροῦ, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας, καὶ κοπάσαι γογγυσμὸν πονηρίας.Verse 8Καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.Verse 9Καὶ ἔδωκεν ὁ Κύριος τῷ Χαλὲβ ἰσχὺν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ, ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν·Verse 10ὅπως ἴδωσι πάντες οἱ υἱοὶ Ἰσραὴλ, ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.Verse 11Καὶ οἱ κριταὶ ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία, καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·Verse 12τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν, καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμένον ἐφ υἱοῖς δεδοξασμένων αὐτῶν.Verse 13Ἠγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν, καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ.Verse 14Ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγὴν, καὶ ἐπεσκέψατο Κύριος τὸν Ἰακώβ.Verse 15Ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως.Verse 16Καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην, ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν, ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ.Verse 17Καὶ ἐβρόντησεν ἀπʼ οὐρανοῦ Κύριος, καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ.Verse 18Καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων, καὶ πάντας ἄρχοντας Φυλιστιείμ.Verse 19Καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ, χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.Verse 20Καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσε, καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ, ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.