Sirach 45 — BRE

45Verse 1Καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους, εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός· ἐγαπημένον ὑπὸ Θεοῦ καὶ ἀνθρώπων Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις.Verse 2Ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων, καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν.Verse 3Ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ.Verse 4Ἐν πίστει καὶ πραΰτητι αὐτοῦ ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός.Verse 5Ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον· καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολὰς, νόμον ζωῆς καὶ ἐπιστημης, διδάξαι τὸν Ἰακὼβ διαθήκην, καὶ κρίματα αὐτοῦ τὸν Ἰσραήλ.Verse 6Ἀαρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ, ἀδελφὸν αὐτοῦ, ἐκ φυλῆς Λευΐ.Verse 7Ἔστησεν αὐτῷ διαθήκην αἰῶνος, καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ, καὶ περιέζωσεν αὐτὸν στολὴν δόξης.Verse 8Ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος, καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα,Verse 9καὶ ἐκύκλωσεν αὐτὸν ῥοΐσκοις χρυσοῖς, κώδωσι πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ,Verse 10στολῇ ἁγίᾳ, χρυσῷ, καὶ ὑακίνθῳ, καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας,Verse 11κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, λίθοις πολυτελέσι γλύμματος σφραγίδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατʼ ἀριθμὸν φυλῶν Ἰσραήλ·Verse 12στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγίδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα.Verse 13Πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα ἕως αἰῶνος, οὐκ ἐνεδύσατο ἀλλογενὴς, πλὴν τῶν υἱῶν αὐτοῦ μόνον, καὶ τὰ ἔκγονα αὐτοῦ διαπαντός.Verse 14Θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθημέραν ἐνδελεχῶς δίς.Verse 15Ἐπλήρωσε Μωυσῆς τὰς χεῖρας, καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον, καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ, λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν, καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι αὐτοῦ.Verse 16Ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος, προσαγαγεῖν κάρπωσιν Κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.Verse 17Ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ, ἐξουσίαν ἐν διαθήκαις κριμάτων, διδάξαι τὸν Ἰακὼβ τὰ μαρτύρια, καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι Ἰσραήλ.Verse 18Ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι, καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν, καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ.Verse 19Εἶδε Κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν αὐτοῖς τέρατα, καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ.Verse 20Καὶ προσέθηκεν Ἀαρὼν δόξαν, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτοῖς· ἄρτον ἐν πρώτοις ἡτοίμασε πλησμονήν.Verse 21Καὶ γὰρ θυσίας Κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.Verse 22Πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, αὐτὸς γὰρ μερίς σου, κληρονομία.Verse 23Καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ τρίτος εἰς δόξαν, ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου, καὶ στῆσαι αὐτὸν ἐν τροπῇ λαοῦ, ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τοῦ Ἰσραήλ.Verse 24Διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης, προστάτην ἁγίων καὶ λαῷ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας·Verse 25καὶ διαθηκήν τῷ Δαυὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου, κληρονομία Ἀαρὼν καὶ τῷ σπέρματι αὐτοῦ.Verse 26Δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν, κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν, καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?