Sirach 44 — BRE

44Verse 1Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους, καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει.Verse 2Πολλὴν δόξαν ἔκτισεν ὁ Κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπʼ αἰῶνος.Verse 3Κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν, καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύσονται ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις·Verse 4ἡγούμενοι λαοῦ ἐν διαβουλίοις, καὶ συνέσει γραμματείας λαοῦ· σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·Verse 5ἐκζητοῦντες μέλη μουσικῶν, διηγούμενοι ἔπη ἐν γραφῇ·Verse 6ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύϊ, εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν·Verse 7πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.Verse 8Εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους·Verse 9καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον, καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες, καὶ ἐγένοντο ὡς οὐ γεγονότες, καὶ τὰ τέκνα αὐτῶν μετʼ αὐτούς.Verse 10Ἀλλʼ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν.Verse 11Μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία, ἔκγονα αὐτῶν ἐν ταῖς διαθήκαις.Verse 12Ἔστη σπέρμα αὐτῶν καὶ τέκνα αὐτῶν διʼ αὐτούς·Verse 13ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ. ἐξαλειφθήσεται.Verse 14Τὸ σῶμα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς.Verse 15Σοφίαν αὐτῶν διηγήσονται λαοὶ, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.Verse 16Ἐνὼχ εὐηρέστησε Κυρίῳ, καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.Verse 17Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτο ἐγενήθη κατάλειμμα τῇ γῇ, διὰ τοῦτο ἐγένετο κατακλυσμός.Verse 18Διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτὸν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.Verse 19Ἁβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ,Verse 20ὃς συνετήρησε νόμον ὑψίστου, καὶ ἐγένετο ἐν διαθήκῃ μετʼ αὐτοῦ· καὶ ἐν σαρκὶ αὐτοῦ ἔστησε διαθήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός.Verse 21Διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ, ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, πληθύναι αὐτὸν ὡς χοῦν τῆς γῆς, καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ, καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου γῆς.Verse 22Καὶ ἐν τῷ Ἰσαὰκ ἔστησεν οὕτως διὰ Ἁβραὰμ τὸν πατέρα αὐτοῦ, εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην.Verse 23Καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν Ἰακώβ· ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισε δεκαδύο.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?