Sirach 43 — BRE

43Verse 1Γαυρίαμα ὕψους, στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.Verse 2Ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ, σκεῦος θαυμαστὸν, ἔργον ὑψίστου.Verse 3Ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;Verse 4Κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐμφυσῶν, καὶ ἐκλάμπων ἀκτίνας ἀμαυροῖ ὀφθαλμούς.Verse 5Μέγας Κύριος ὁ ποιήσας αὐτὸν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν.Verse 6Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων, καὶ σημεῖον αἰῶνος.Verse 7Ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας.Verse 8Μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει· σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·Verse 9κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος.Verse 10Ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα, καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.Verse 11Ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ.Verse 12Ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάννυσαν αὐτό.Verse 13Προστάγματι αὐτοῦ κατέσπευσε χιόνα, καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ.Verse 14Διὰ τοῦτο ἠνεῴχθησαν θησαυροὶ, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά.Verse 15Ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσε νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης.Verse 16Καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος.Verse 17Φωνὴ βροντῆς αὐτοῦ ὠδίνησε γῆν, καὶ καταιγὶς Βορέου καὶ συστροφὴ πνεύματος· ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς.Verse 18Κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμὸς, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.Verse 19Καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.Verse 20Ψυχρὸς ἄνεμος Βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.Verse 21Καταφάγεται ὄρη, καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ.Verse 22Ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.Verse 23Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς.Verse 24Οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίῳν ἡμῶν θαυμάζομεν.Verse 25Καὶ ἐκεῖ τὰ παρὰδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζώου, κτίσις κητῶν.Verse 26Διʼ αὐτὸν εὐοδία τέλος αὐτοὺ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται πάντα.Verse 27Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός.Verse 28Δοξάζοντες ποῦ ἰσχύσωμεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.Verse 29Φοβερὸς Κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.Verse 30Δοξάζοντες Κύριον ὑψώσατε καθόσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύϊ, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε.Verse 31Τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλύνει αὐτὸν καθώς ἐστι;Verse 32Πολλὰ ἀπόκρυφά ἐστι μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.Verse 33Πάντα γὰρ ἐποίησεν ὁ Κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν. ΠΑΤΕΡΩΝ ὝΜΝΟΣ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?