Sirach 3 — BRE
3Verse 1Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε.Verse 2Ὁ γὰρ Κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς.Verse 3Ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίαις.Verse 4Καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ.Verse 5Ὁ τιμῶν πατερα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.Verse 6Ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ,Verse 7καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.Verse 8Ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ.Verse 9Εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.Verse 10Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία.Verse 11Ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.Verse 12Τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ.Verse 13Κᾂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου.Verse 14Ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι.Verse 15Ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι.Verse 16Ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ.Verse 17Τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.Verse 18Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν.Verse 20Ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.Verse 21Χαλέπωτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε,Verse 22ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν.Verse 23Ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.Verse 24Πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν.Verse 26Καὶ ὁ ἀγαπῶν κίνδυνον, ἐν αὐτῷ ἐμπεσεῖται· καρδία σκληρὰ κακωθήσεται ἐπʼ ἐσχάτων.Verse 27Καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.Verse 28Ἐπαγωγὴ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐῤῥίζωκεν ἐν αὐτῷ·Verse 29καρδία συνετοῦ διανοηθήσεται παραβολὴν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.Verse 30Πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας.Verse 31Ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως εὑρήσει στήριγμα.