Sirach 38 — BRE

38Verse 1Τίμα ἰατρὸν πρὸς τὰς χρείας τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος.Verse 2Παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόμα.Verse 3Ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.Verse 4Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.Verse 5Οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ, εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;Verse 6Καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ.Verse 7Ἐν αὐτοῖς ἐθεράπευσε, καὶ ᾖρε τὸν πόνον αὐτοῦ.Verse 8Μυρεψὸς ἐν τούτοις ποιήσει μίγμα, καὶ οὐ μὴ συντελέσῃ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρʼ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.Verse 9Τέκνον, ἐν ἀῤῥωστήματί σου μὴ παράβλεπε, ἀλλʼ εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε.Verse 10Ἀπόστησον πλημμέλειαν, καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν.Verse 11Δὸς εὐωδίαν, καὶ μνημόσυνον σεμιδάλεως, καὶ λίπανον προσφορὰν, ὡς μὴ ὑπάρχων.Verse 12Καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος· καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.Verse 13Ἔστι καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐωδία.Verse 14Καὶ γὰρ αὐτοὶ Κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως.Verse 15Ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν, ἐμπέσοι εἰς χεῖρας ἰατροῦ.Verse 16Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξε θρήνου· κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ, καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.Verse 17Πίκρανον κλαυθμὸν, καὶ θέρμανον κοπετὸν, καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς, καὶ παρακλήθητι λύπης ἕνεκα·Verse 18ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν.Verse 19Ἐν ἀπαγωγῇ παραβαίνει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.Verse 20Μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα.Verse 21Μὴ ἐπιλαθῇ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις, καὶ σεαυτὸν κακώσεις.Verse 22Μνήσθητι τὸ κρίμα αὐτοῦ, ὅτι οὕτω ὡς καὶ τὸ σόν· ἐμοὶ χθὲς, καὶ σοὶ σήμερον.Verse 23Ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ, καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.Verse 24Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.Verse 25Τί σοφισθήσεται ὁ κρατῶν ἀροτροῦ, καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταυρῶν;Verse 26Καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.Verse 27Οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρᾳ διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς τὸ ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.Verse 28Οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος, καὶ καταμανθάνων ἀργῷ σιδήρῳ· ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνὴ σφύρης καινιεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.Verse 29Οὕτω κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ, καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχὸν, ὃς ἐν μεριμνῃ κεῖται διαπαντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ.Verse 30Ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν, καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρίσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.Verse 31Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται.Verse 32Ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν, οὐδὲ περιπατήσουσι·Verse 33καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται, καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται, οὐδὲ μὴ ἐκφανῶσι δικαιοσύνην καὶ κρίμα· καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται.Verse 34Ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσι· καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης. Πλὴν τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ, καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου,
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?