Sirach 39 — BRE
39Verse 1σοφίαν πάντων ἀρχαίων ἐκζητήσει, καὶ ἐν προφητείαις ἀσχοληθήσεται.Verse 2Διηγήσεις ἀνδρῶν ὀνομαστῶν συντηρήσει, καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται.Verse 3Ἀπόκρυφα παροιμιῶν ἐκζητήσει, καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται.Verse 4Ἀναμέσον μεγιστάνων ὑπηρετήσει, καὶ ἔναντι ἡγουμένου ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασε.Verse 5Τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς Κύριον τὸν ποιήσαντα αὐτὸν, καὶ ἔναντι ὑψίστου δεηθήσεται· καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ἐν προσευχῇ, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.Verse 6Ἐὰν Κύριος ὁ μέγας θελήσῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτοῦ, καὶ ἐν προσευχῇ ἐξομολογήσεται Κυρίῳ.Verse 7Αὐτὸς κατευθύνει βουλὴν αὐτοῦ καὶ ἐπιστήμην, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται.Verse 8Αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ, καὶ ἐν νόμῳ διαθήκης Κυρίου καυχήσεται.Verse 9Αἰνέσουσι τὴν σύνεσιν αὐτοῦ πολλοὶ, ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν.Verse 10Τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη, καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία.Verse 11Ἐὰν ἐμμείνῃ ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται ἐμποιεῖ αὐτῷ.Verse 12Ἔτι διανοηθεὶς ἐκδιηγήσομαι, καὶ ὡς διχομηνία ἐπληρώθην.Verse 13Εἰσακούσετέ μου υἱοὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ἀγροῦ·Verse 14καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν, καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον· διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα· εὐλογήσατε Κύριον ἐπὶ πᾶσι τοῖς ἔργοις.Verse 15Δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις, καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει,Verse 16Τὰ ἔργα Κυρίου πάντα ὅτι καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται.Verse 17Πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται· ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θημωνία ὕδωρ, καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων.Verse 18Ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.Verse 19Ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.Verse 20Ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψε, καὶ οὐθέν ἐστι θαυμάσιον ἐναντίον αὐτοῦ.Verse 21Οὐκ ἔστιν εἰπεῖν, τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται.Verse 22Ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν.Verse 23Οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.Verse 24Αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα.Verse 25Ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπʼ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά.Verse 26Ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ, πῦρ, καὶ σίδηρος, καὶ ἅλα, καὶ σεμίδαλις πυροῦ, καὶ μέλι, καὶ γάλα, αἷμα σταφυλῆς, καὶ ἔλαιον, καὶ ἱμάτιον.Verse 27Ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθὰ, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.Verse 28Ἔστι πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται, καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσαν μάστιγας αὐτῶν· καὶ ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχέουσι, καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσι.Verse 29Πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται.Verse 30Θηρίων ὁδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς,Verse 31ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται, καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται, καὶ ἐν τοῖς καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.Verse 32Διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην, καὶ διενοήθην, καὶ ἐν γραφῇ ἀφῆκα.Verse 33Τὰ ἔργα Κυρίου πάντα ἀγαθὰ, καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει.Verse 34Καὶ οὐκ ἔστιν εἰπεῖν, τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.Verse 35Καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε, καὶ εὐλογήσατε τὸ ὄνομα Κυρίου.