Sirach 37 — BRE

37Verse 1Πὰς φίλος ἐρεῖ, ἐφιλίασα αὐτῷ κᾷγώ· ἀλλʼ ἔστι φίλος ὀνόματι μόνον φίλος.Verse 2Οὐχὶ λύπη ἔνι ἕως θανάτου, ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;Verse 3Ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι;Verse 4Ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·Verse 5Ἐταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς, ἔναντι πολέμου λήψεται ἀσπίδα.Verse 6Μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου, καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασί σου.Verse 7Πᾶς σύμβουλος ἐξαίρει βουλὴν, ἀλλʼ ἔστι συμβουλεύων εἰς ἑαυτόν.Verse 8Ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία· καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται· μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον,Verse 9καὶ εἴπῃ σοι, καλὴ ἡ ὁδός σου· καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι.Verse 10Μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν.Verse 11Μετὰ γυναικὸς περὶ ἀντιζήλου αὐτῆς, καὶ μετὰ δειλοῦ περὶ πολέμου· μετὰ ἐμπόρου περὶ μεταβολίας, καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως· μετὰ βασκάνου περὶ εὐχαριστίας, καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας· μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου, καὶ μετὰ μισθίου ἐφεστίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας· μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας.Verse 12Ἀλλʼ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς· ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι.Verse 13Καὶ βουλὴν καρδίας στῆσον, οὐ γάρ ἐστί σοι πιστότερος αὐτῆς·Verse 14ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν, ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς.Verse 15Καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου.Verse 16Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή.Verse 17Ἴχνος ἀλλοιώσεως καρδίας.Verse 18Τέσσαρα μέρη ἀνατέλλει, ἀγαθὸν καὶ κακὸν, ζωὴ καὶ θάνατος, καὶ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν.Verse 19Ἔστιν ἀνὴρ πανοῦργος καὶ πολλῶν παιδευτὴς, καὶ τῇ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν.Verse 20Ἔστι σοφιζόμενος ἐν λόγοις μισητὸς, οὗτος πάσης τροφῆς καθυστερήσει,Verse 21οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη.Verse 22Ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί.Verse 23Ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.Verse 24Ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.Verse 25Ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ἰσραὴλ ἀναρίθμητοι.Verse 26Ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα.Verse 27Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ.Verse 28Οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.Verse 29Μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·Verse 30ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας.Verse 31Διʼ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?