Sirach 30 — BRE

30Verse 1Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ, ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτῳ αὐτοῦ.Verse 2Ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ, καὶ ἀναμέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται.Verse 3Ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν, καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται.Verse 4Ἐτελεύτησεν αὐτοῦ ὁ πατὴρ, καὶ ὡς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετʼ αὐτόν.Verse 5Ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη, καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη.Verse 6Ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.Verse 7Περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.Verse 8Ἵππος ἀδάμαστος ἀποβαίνει σκληρὸς, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.Verse 9Τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύμπαιζον αὐτῷ καὶ λυπήσει σε.Verse 10Μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.Verse 11Μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι.Verse 12Θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.Verse 13Παίδευσον τὸν υἱόν σου, καὶ ἔργασαι ἐναὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ.Verse 13Καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ.Verse 13Κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι. ΠΕΡΙ ʼΥΓΙΕΙΑΣ.Verse 14Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει, ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.Verse 15Ὑγιεία καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος.Verse 16Οὐκ ἔστι πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας.Verse 17Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον.Verse 18Ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.Verse 19Τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου.Verse 20Βλέπων ἐν ἐν ὀφθαλμοῖς καὶ στενάζων, ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.Verse 21Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.Verse 22Εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.Verse 23Ἀγάπα τὴν ψυχήν σου, καὶ παρακάλει τὴν καρδίαν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ.Verse 24Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.Verse 25Ὡς καλαμώμενος ὀπίσω τρυγητῶν, ἐν εὐλογίᾳ Κυρίου ἔφθασα,Verse 26καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. Κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν.Verse 27Ακούσατέ μου μεγιστᾶνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας ἐνωτίσασθε.Verse 28Ὑιῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου, καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.Verse 29Ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί·Verse 30κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.Verse 31Ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων· μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.Verse 32Ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. ΠΕΡΙ ΔΟΥΛΩΝ.Verse 33Χορτάσματα καί ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἱκέτῃ.Verse 34Ἔργασαι ἐν παιδὶ καὶ εὑρήσεις ἀνάπαυσιν, ἄνες χεῖρας αὐτῷ καὶ ζητήσει ἐλευθερίαν.Verse 35Ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι.Verse 36Ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία.Verse 37Εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, κᾂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ.Verse 38Καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκὶ, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.Verse 39Εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σὺ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν.Verse 40Εἰ ἔστι σοι οἰκέτῃς, ἄγε αὐτὸν ὡς σεαυτὸν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ· ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?