Sirach 31 — BRE

31Verse 1Κέναι ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρὶ, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.Verse 2Ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον, οὕτως ὁ ἐπέχων ἐνυπνίοις.Verse 3Τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, κατέναντι πρωσώπου ὁμοίωμα προσώπου.Verse 4Ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει;Verse 5Μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια, μάταιά ἐστι, καὶ ὡς ὠδινούσης φαντάζεται καρδία.Verse 6Ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου.Verse 7Πολλοὺς ἐπλάνησε τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπʼ αὐτοῖς.Verse 8Ἄνευ ψεύδους συντελεσθήσεται νόμος, καὶ σοφία στόματι πιστῷ τελείωσις.Verse 9Ἀνὴρ πεπαιδευμένος ἔγνω πολλὰ, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν.Verse 10Ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.Verse 11Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου, σύνεσίς μου.Verse 12Πλεονάκις ἕως θανάτου ἐκινδύνευσα, καὶ διεσώθην τούτων χάριν.Verse 13Πνεῦμα φοβουμένων Κυρὶον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς.Verse 14Ὁ φοβούμενος Κύριον οὐ μὴ εὐλαβηθήσεται, καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.Verse 15Φοβουμένου τὸν Κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει, καὶ τίς ἀντιστήριγμα αὐτοῦ;Verse 16Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν, ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώματος, ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμοὺς.Verse 17ἴασιν διδοὺς, ζωὴν καὶ εὐλογίαν.Verse 18Θυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμωκημένη, καὶ οὐκ εἰς εὐδοκίαν μωκήματα ἀνόμων.Verse 19Οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν, οὐδὲ ἐγ πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας.Verse 20Θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ, ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.Verse 21Ἄρτος ἐπιδεομένων, ζωὴ πτωχῶν, ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων.Verse 22Φὸνεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν, καὶ ἐκχέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθίου.Verse 23Εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν, τί ὠφέλησαν πλεῖον ἢ κόπους;Verse 24Εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ δεστότης;Verse 25Βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησε τῷ λουτρῷ αὐτοῦ;Verse 26Οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν· τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται; καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν;
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?