Sirach 29 — BRE
29Verse 1Ὁ ποιῶν ἔλεος δανειεῖ τῷ πλησιον, καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς.Verse 2Δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν.Verse 3Στερέωσον λόγον, καὶ πιστώθητι μετʼ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου.Verse 4Πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος, καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς.Verse 5Ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν· καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, καὶ ἀποδώσει λόγους ἀκηδίας, καὶ τὸν καιρὸν αἰτιάσεται.Verse 6Ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ, καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα· εἰ δὲ μὴ, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ, καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.Verse 7Πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.Verse 8Πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον, καὶ ἐπʼ ἐλεημοσύνην μὴ παρελκύσῃς αὐτόν·Verse 9Χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος, καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.Verse 10Ἀπόλεσον ἀργύριον διʼ ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν.Verse 11Θὲς τὸν θησαυρόν σου κατʼ ἐντολὰς ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον.Verse 12Σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως.Verse 13Ὑπὲρ ἀσπίδα κράτους, καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ.Verse 14Ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλείψει αὐτόν.Verse 15Χάριτας ἐγγύου μὴ ἐπιλάθῃ, ἔδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ.Verse 16Ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλὸς,Verse 17καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.Verse 18Ἐγγύη πολλοὺς ἀπώλεσε κατευθύνοντας, καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· ἄνδρας δυνατοὺς ἀπῴκισε, καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.Verse 19Ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην, καὶ διώκων ἐργολαβείας ἐμπεσεῖται εἰς κρίσεις.Verse 20Ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου, καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.Verse 21Ἀρχὴ ζωῆς ὕδωρ, καὶ ἄρτος, καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην.Verse 22Κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν, ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.Verse 23Ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε.Verse 24Ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσει, οὐκ ἀνοίξει στόμα.Verse 25Ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα, καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ·Verse 26πάρελθε πάροικε, κόσμησον τράπεζαν, καὶ εἴτι ἐν τῇ χειρί σου ψώμισόν με·Verse 27ἔξελθε πάροικε ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελφὸς, χρεία τῆς οἰκίας.Verse 28Βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ. ΠΕΡΙ ΤΕΚΝΩΝ.