Sirach 2 — BRE

2Verse 1Τεκνὸν εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.Verse 2Εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς.Verse 3Κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου.Verse 4Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι, καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον.Verse 5Ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.Verse 6Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου, εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν.Verse 7Οἱ φοβούμενοι τὸν Κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε ἵνα μὴ πέσητε.Verse 8Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.Verse 9Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ, καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους.Verse 10Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν;Verse 11Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σώζει ἐν καιρῷ θλίψεως.Verse 12Οὐαὶ καρδίαις δειλαῖς, καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.Verse 13Οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει, διὰ τοῦτο οὐ σκεπασθήσεται.Verse 14Οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονὴν, καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος;Verse 15Οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσι ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηπήσουσι τὰς ὁδοὺς αὐτοῦ.Verse 16Οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.Verse 17Οἱ φοβούμενοι Κύριον ἐτοιμάσουσι καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ παπεινώσουσι τὰς ψυχὰς αὐτῶν.Verse 18Ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου, καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
BRE · See license URL

Keyboard shortcuts

Search or jump to a reference
K
Previous / next chapter
Previous / next verse
kj
Favorite selected verse
f
Cycle selected verse highlight
h
Note on selected verse
n
Copy selected verse link
y
Open word study for selected verse
w
Open book picker
g
Switch translation
t
Toggle study panel
s
Desk Guide / Word / My
123
Close panels and menus
Esc
This sheet
?