1Verse 1ΠΟΛΛΩΝ καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατʼ αὐτοὺς ἠκολουθηκότων δεδομένων. ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ἰσραὴλ παιδείας καὶ σοφίας, καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι,Verse 1ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας· ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶνVerse 1καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν, καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος, προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, ὅπως οἱ φιλομαθεῖς, καὶ τούτων ἔνοχοι γενόμενοι, πολλῷ μᾶλλον ἐπιπροσθῶσι διὰ τῆς ἐννόμου βιώσεως.Verse 1Παρακέκλησθε οὖν μετʼ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι, καὶ συγγνώμην ἔχειν ἐφʼ οἷς ἂν δοκῶμενVerse 1τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶ τῶν λέξεων ἀδυναμεῖν· οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς Ἑβραϊστὶ λεγόμενα, καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ αὐτὸς ὁ νόμος, καὶ αἱ προφητεῖαι,Verse 1καὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας, εὗρον οὐ μικρᾶς παιδείας ἀφόμοιον·Verse 1ἀναγκαιότατον ἐθέμην αὐτὸς προσενέγκασθαί τινα σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον· πολλὴν γὰρ ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου, πρὸς τὸ ἐπὶ πέρας ἄγοντα τὸ βιβλίον ἐκδόσθαι, καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν,Verse 1προκατασκευαζομένοις τὰ ἤθη ἐν νόμῳ βιοτεύειν.
ΣΟΦΙΑ ΣΕΙΡΑΧ.
Verse 1ΠΑΣΑ σοφία παρὰ Κυρίου, καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.Verse 2Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;Verse 3Ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;Verse 4Προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.Verse 6Ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;Verse 8Εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ·Verse 9Κύριος αὐτὸς ἔκτισεν αὐτὴν, καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν, καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.Verse 10Μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν·Verse 11Φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.Verse 12Φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.Verse 13Τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.Verse 14Αρχὴ σοφίας φοβεῖσθαι τὸν Θεὸν, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.Verse 15Καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.Verse 16Πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς.Verse 17Πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γεννημάτων αὐτῆς.Verse 18Στέφανος σοφίας φόβος Κυρίου, ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως·Verse 19ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησε, καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσε.Verse 20Ῥίζα σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.Verse 22Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.Verse 23Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη.Verse 24Ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.Verse 25Ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.Verse 26Ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.Verse 27Σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.Verse 28Μὴ ἀπειθήσῃς φόβῳ Κυρίου, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.Verse 29Μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου πρόσεχε.Verse 30Μὴ ἐξύψου σεαυτὸν, ἵνα μὴ πέσῃς, καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν· καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου, καὶ ἐν μέσῳ συναγωγῆς καταβελεῖ σε· ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου.